αὐτὰρ ἐγὼ Τρώεσσι μεθʼ ἱπποδάμοις ἀγορεύσω·ἀντικρὺ δʼ ἀπόφημι γυναῖκα μὲν οὐκ ἀποδώσω·κτήματα δʼ ὅσσʼ ἀγόμην ἐξ Ἄργεος ἡμέτερον δῶπάντʼ ἐθέλω δόμεναι καὶ οἴκοθεν ἄλλʼ ἐπιθεῖναι.ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο· τοῖσι δʼ ἀνέστηΔαρδανίδης Πρίαμος, θεόφιν μήστωρ ἀτάλαντος,ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπε·κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδʼ ἐπίκουροι,ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.νῦν μὲν δόρπον ἕλεσθε κατὰ πτόλιν ὡς τὸ πάρος περ,καὶ φυλακῆς μνήσασθε καὶ ἐγρήγορθε ἕκαστος·ἠῶθεν δʼ Ἰδαῖος ἴτω κοίλας ἐπὶ νῆαςεἰπέμεν Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳμῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρε·καὶ δὲ τόδʼ εἰπέμεναι πυκινὸν ἔπος, αἴ κʼ ἐθέλωσιπαύσασθαι πολέμοιο δυσηχέος, εἰς ὅ κε νεκροὺςκήομεν· ὕστερον αὖτε μαχησόμεθʼ εἰς ὅ κε δαίμωνἄμμε διακρίνῃ, δώῃ δʼ ἑτέροισί γε νίκην.ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο·δόρπον ἔπειθʼ εἵλοντο κατὰ στρατὸν ἐν τελέεσσιν·ἠῶθεν δʼ Ἰδαῖος ἔβη κοίλας ἐπὶ νῆας·τοὺς δʼ εὗρʼ εἰν ἀγορῇ Δαναοὺς θεράποντας Ἄρηοςνηῒ πάρα πρύμνῃ Ἀγαμέμνονος· αὐτὰρ ὃ τοῖσιστὰς ἐν μέσσοισιν μετεφώνεεν ἠπύτα κῆρυξ·Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶνἠνώγει Πρίαμός τε καὶ ἄλλοι Τρῶες ἀγαυοὶεἰπεῖν, αἴ κέ περ ὔμμι φίλον καὶ ἡδὺ γένοιτο,μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρε·κτήματα μὲν ὅσʼ Ἀλέξανδρος κοίλῃς ἐνὶ νηυσὶνἠγάγετο Τροίηνδʼ· ὡς πρὶν ὤφελλʼ ἀπολέσθαι·πάντʼ ἐθέλει δόμεναι καὶ οἴκοθεν ἄλλʼ ἐπιθεῖναι·κουριδίην δʼ ἄλοχον Μενελάου κυδαλίμοιοοὔ φησιν δώσειν· ἦ μὴν Τρῶές γε κέλονται.καὶ δὲ τόδʼ ἠνώγεον εἰπεῖν ἔπος αἴ κʼ ἐθέλητεπαύσασθαι πολέμοιο δυσηχέος εἰς ὅ κε νεκροὺςκήομεν· ὕστερον αὖτε μαχησόμεθʼ εἰς ὅ κε δαίμωνἄμμε διακρίνῃ, δώῃ δʼ ἑτέροισί γε νίκην.ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·μήτʼ ἄρ τις νῦν κτήματʼ Ἀλεξάνδροιο δεχέσθω