νώτοισιν δʼ Αἴαντα διηνεκέεσσι γέραιρενἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων.αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,τοῖς ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτινΝέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή·ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν,πολλοὶ γὰρ τεθνᾶσι κάρη κομόωντες Ἀχαιοί,τῶν νῦν αἷμα κελαινὸν ἐΰρροον ἀμφὶ Σκάμανδρονἐσκέδασʼ ὀξὺς Ἄρης, ψυχαὶ δʼ Ἄϊδος δὲ κατῆλθον·τώ σε χρὴ πόλεμον μὲν ἅμʼ ἠοῖ παῦσαι Ἀχαιῶν,αὐτοὶ δʼ ἀγρόμενοι κυκλήσομεν ἐνθάδε νεκροὺςβουσὶ καὶ ἡμιόνοισιν· ἀτὰρ κατακήομεν αὐτοὺςτυτθὸν ἀπὸ πρὸ νεῶν, ὥς κʼ ὀστέα παισὶν ἕκαστοςοἴκαδʼ ἄγῃ ὅτʼ ἂν αὖτε νεώμεθα πατρίδα γαῖαν.τύμβον δʼ ἀμφὶ πυρὴν ἕνα χεύομεν ἐξαγαγόντεςἄκριτον ἐκ πεδίου· ποτὶ δʼ αὐτὸν δείμομεν ὦκαπύργους ὑψηλοὺς εἶλαρ νηῶν τε καὶ αὐτῶν.ἐν δʼ αὐτοῖσι πύλας ποιήσομεν εὖ ἀραρυίας,ὄφρα διʼ αὐτάων ἱππηλασίη ὁδὸς εἴη·ἔκτοσθεν δὲ βαθεῖαν ὀρύξομεν ἐγγύθι τάφρον,ἥ χʼ ἵππον καὶ λαὸν ἐρυκάκοι ἀμφὶς ἐοῦσα,μή ποτʼ ἐπιβρίσῃ πόλεμος Τρώων ἀγερώχων.ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπῄνησαν βασιλῆες.Τρώων αὖτʼ ἀγορὴ γένετʼ Ἰλίου ἐν πόλει ἄκρῃδεινὴ τετρηχυῖα, παρὰ Πριάμοιο θύρῃσι·τοῖσιν δʼ Ἀντήνωρ πεπνυμένος ἦρχʼ ἀγορεύειν·κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδʼ ἐπίκουροι,ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.δεῦτʼ ἄγετʼ Ἀργείην Ἑλένην καὶ κτήμαθʼ ἅμʼ αὐτῇδώομεν Ἀτρεΐδῃσιν ἄγειν· νῦν δʼ ὅρκια πιστὰψευσάμενοι μαχόμεσθα· τὼ οὔ νύ τι κέρδιον ἡμῖνἔλπομαι ἐκτελέεσθαι, ἵνα μὴ ῥέξομεν ὧδε.ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο· τοῖσι δʼ ἀνέστηδῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο,ὅς μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα·Ἀντῆνορ σὺ μὲν οὐκέτʼ ἐμοὶ φίλα ταῦτʼ ἀγορεύεις·οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι.εἰ δʼ ἐτεὸν δὴ τοῦτον ἀπὸ σπουδῆς ἀγορεύεις,ἐξ ἄρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί.