ἄμφω δʼ αἰχμητά· τό γε δὴ καὶ ἴδμεν ἅπαντες.νὺξ δʼ ἤδη τελέθει· ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι.τὸν δʼ ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴας·Ἰδαῖʼ Ἕκτορα ταῦτα κελεύετε μυθήσασθαι·αὐτὸς γὰρ χάρμῃ προκαλέσσατο πάντας ἀρίστους.ἀρχέτω· αὐτὰρ ἐγὼ μάλα πείσομαι ᾗ περ ἂν οὗτος.τὸν δʼ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·Αἶαν ἐπεί τοι δῶκε θεὸς μέγεθός τε βίην τεκαὶ πινυτήν, περὶ δʼ ἔγχει Ἀχαιῶν φέρτατός ἐσσι,νῦν μὲν παυσώμεσθα μάχης καὶ δηϊοτῆτοςσήμερον· ὕστερον αὖτε μαχησόμεθʼ εἰς ὅ κε δαίμωνἄμμε διακρίνῃ, δώῃ δʼ ἑτέροισί γε νίκην.νὺξ δʼ ἤδη τελέθει· ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι,ὡς σύ τʼ ἐϋφρήνῃς πάντας παρὰ νηυσὶν Ἀχαιούς,σούς τε μάλιστα ἔτας καὶ ἑταίρους, οἵ τοι ἔασιν·αὐτὰρ ἐγὼ κατὰ ἄστυ μέγα Πριάμοιο ἄνακτοςΤρῶας ἐϋφρανέω καὶ Τρῳάδας ἑλκεσιπέπλους,αἵ τέ μοι εὐχόμεναι θεῖον δύσονται ἀγῶνα.δῶρα δʼ ἄγʼ ἀλλήλοισι περικλυτὰ δώομεν ἄμφω,ὄφρά τις ὧδʼ εἴπῃσιν Ἀχαιῶν τε Τρώων τε·ἠμὲν ἐμαρνάσθην ἔριδος πέρι θυμοβόροιο,ἠδʼ αὖτʼ ἐν φιλότητι διέτμαγεν ἀρθμήσαντε.ὣς ἄρα φωνήσας δῶκε ξίφος ἀργυρόηλονσὺν κολεῷ τε φέρων καὶ ἐϋτμήτῳ τελαμῶνι·Αἴας δὲ ζωστῆρα δίδου φοίνικι φαεινόν.τὼ δὲ διακρινθέντε ὃ μὲν μετὰ λαὸν Ἀχαιῶνἤϊʼ, ὃ δʼ ἐς Τρώων ὅμαδον κίε· τοὶ δὲ χάρησαν,ὡς εἶδον ζωόν τε καὶ ἀρτεμέα προσιόντα,Αἴαντος προφυγόντα μένος καὶ χεῖρας ἀάπτους·καί ῥʼ ἦγον προτὶ ἄστυ ἀελπτέοντες σόον εἶναι.Αἴαντʼ αὖθʼ ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶεἰς Ἀγαμέμνονα δῖον ἄγον κεχαρηότα νίκῃ.οἳ δʼ ὅτε δὴ κλισίῃσιν ἐν Ἀτρεΐδαο γένοντο,τοῖσι δὲ βοῦν ἱέρευσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνωνἄρσενα πενταέτηρον ὑπερμενέϊ Κρονίωνι.τὸν δέρον ἀμφί θʼ ἕπον, καί μιν διέχευαν ἅπαντα,μίστυλλόν τʼ ἄρʼ ἐπισταμένως πεῖράν τʼ ὀβελοῖσιν,ὄπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα,δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης·