οἶδα δʼ ἐνὶ σταδίῃ δηΐῳ μέλπεσθαι Ἄρηϊ.ἀλλʼ οὐ γάρ σʼ ἐθέλω βαλέειν τοιοῦτον ἐόνταλάθρῃ ὀπιπεύσας, ἀλλʼ ἀμφαδόν, αἴ κε τύχωμι.ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,καὶ βάλεν Αἴαντος δεινὸν σάκος ἑπταβόειονἀκρότατον κατὰ χαλκόν, ὃς ὄγδοος ἦεν ἐπʼ αὐτῷ.ἓξ δὲ διὰ πτύχας ἦλθε δαΐζων χαλκὸς ἀτειρής,ἐν τῇ δʼ ἑβδομάτῃ ῥινῷ σχέτο· δεύτερος αὖτεΑἴας διογενὴς προΐει δολιχόσκιον ἔγχος,καὶ βάλε Πριαμίδαο κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην.διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος,καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο·ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶναἔγχος· ὃ δʼ ἐκλίνθη καὶ ἀλεύατο κῆρα μέλαιναν.τὼ δʼ ἐκσπασσαμένω δολίχʼ ἔγχεα χερσὶν ἅμʼ ἄμφωσύν ῥʼ ἔπεσον λείουσιν ἐοικότες ὠμοφάγοισινἢ συσὶ κάπροισιν, τῶν τε σθένος οὐκ ἀλαπαδνόν.Πριαμίδης μὲν ἔπειτα μέσον σάκος οὔτασε δουρί,οὐδʼ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμή.Αἴας δʼ ἀσπίδα νύξεν ἐπάλμενος· ἣ δὲ διαπρὸἤλυθεν ἐγχείη, στυφέλιξε δέ μιν μεμαῶτα,τμήδην δʼ αὐχένʼ ἐπῆλθε, μέλαν δʼ ἀνεκήκιεν αἷμα,ἀλλʼ οὐδʼ ὧς ἀπέληγε μάχης κορυθαίολος Ἕκτωρ,ἀλλʼ ἀναχασσάμενος λίθον εἵλετο χειρὶ παχείῃκείμενον ἐν πεδίῳ μέλανα τρηχύν τε μέγαν τε·τῷ βάλεν Αἴαντος δεινὸν σάκος ἑπταβόειονμέσσον ἐπομφάλιον· περιήχησεν δʼ ἄρα χαλκός.δεύτερος αὖτʼ Αἴας πολὺ μείζονα λᾶαν ἀείραςἧκʼ ἐπιδινήσας, ἐπέρεισε δὲ ἶνʼ ἀπέλεθρον,εἴσω δʼ ἀσπίδʼ ἔαξε βαλὼν μυλοειδέϊ πέτρῳ,βλάψε δέ οἱ φίλα γούναθʼ· ὃ δʼ ὕπτιος ἐξετανύσθηἀσπίδι ἐγχριμφθείς· τὸν δʼ αἶψʼ ὤρθωσεν Ἀπόλλων.καί νύ κε δὴ ξιφέεσσʼ αὐτοσχεδὸν οὐτάζοντο,εἰ μὴ κήρυκες Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶνἦλθον, ὃ μὲν Τρώων, ὃ δʼ Ἀχαιῶν χαλκοχιτώνων,Ταλθύβιός τε καὶ Ἰδαῖος πεπνυμένω ἄμφω·μέσσῳ δʼ ἀμφοτέρων σκῆπτρα σχέθον, εἶπέ τε μῦθονκῆρυξ Ἰδαῖος πεπνυμένα μήδεα εἰδώς·μηκέτι παῖδε φίλω πολεμίζετε μηδὲ μάχεσθον·ἀμφοτέρω γὰρ σφῶϊ φιλεῖ νεφεληγερέτα Ζεύς,