ὧδε δέ τις εἴπεσκεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστεδὸς νίκην Αἴαντι καὶ ἀγλαὸν εὖχος ἀρέσθαι·εἰ δὲ καὶ Ἕκτορά περ φιλέεις καὶ κήδεαι αὐτοῦ,ἴσην ἀμφοτέροισι βίην καὶ κῦδος ὄπασσον.ὣς ἄρʼ ἔφαν, Αἴας δὲ κορύσσετο νώροπι χαλκῷ.αὐτὰρ ἐπεὶ δὴ πάντα περὶ χροῒ ἕσσατο τεύχεα,σεύατʼ ἔπειθʼ οἷός τε πελώριος ἔρχεται Ἄρης,ὅς τʼ εἶσιν πόλεμον δὲ μετʼ ἀνέρας οὕς τε Κρονίωνθυμοβόρου ἔριδος μένεϊ ξυνέηκε μάχεσθαι.τοῖος ἄρʼ Αἴας ὦρτο πελώριος ἕρκος Ἀχαιῶνμειδιόων βλοσυροῖσι προσώπασι· νέρθε δὲ ποσσὶνἤϊε μακρὰ βιβάς, κραδάων δολιχόσκιον ἔγχος.τὸν δὲ καὶ Ἀργεῖοι μὲν ἐγήθεον εἰσορόωντες,Τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον,Ἕκτορί τʼ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι πάτασσεν·ἀλλʼ οὔ πως ἔτι εἶχεν ὑποτρέσαι οὐδʼ ἀναδῦναιἂψ λαῶν ἐς ὅμιλον, ἐπεὶ προκαλέσσατο χάρμῃ.Αἴας δʼ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργονχάλκεον ἑπταβόειον, ὅ οἱ Τυχίος κάμε τεύχωνσκυτοτόμων ὄχʼ ἄριστος Ὕλῃ ἔνι οἰκία ναίων,ὅς οἱ ἐποίησεν σάκος αἰόλον ἑπταβόειονταύρων ζατρεφέων, ἐπὶ δʼ ὄγδοον ἤλασε χαλκόν.τὸ πρόσθε στέρνοιο φέρων Τελαμώνιος Αἴαςστῆ ῥα μάλʼ Ἕκτορος ἐγγύς, ἀπειλήσας δὲ προσηύδα·Ἕκτορ νῦν μὲν δὴ σάφα εἴσεαι οἰόθεν οἶοςοἷοι καὶ Δαναοῖσιν ἀριστῆες μετέασικαὶ μετʼ Ἀχιλλῆα ῥηξήνορα θυμολέοντα.ἀλλʼ ὃ μὲν ἐν νήεσσι κορωνίσι ποντοπόροισικεῖτʼ ἀπομηνίσας Ἀγαμέμνονι ποιμένι λαῶν·ἡμεῖς δʼ εἰμὲν τοῖοι οἳ ἂν σέθεν ἀντιάσαιμενκαὶ πολέες· ἀλλʼ ἄρχε μάχης ἠδὲ πτολέμοιο.τὸν δʼ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶνμή τί μευ ἠΰτε παιδὸς ἀφαυροῦ πειρήτιζεἠὲ γυναικός, ἣ οὐκ οἶδεν πολεμήϊα ἔργα.αὐτὰρ ἐγὼν εὖ οἶδα μάχας τʼ ἀνδροκτασίας τε·οἶδʼ ἐπὶ δεξιά, οἶδʼ ἐπʼ ἀριστερὰ νωμῆσαι βῶνἀζαλέην, τό μοι ἔστι ταλαύρινον πολεμίζειν·οἶδα δʼ ἐπαΐξαι μόθον ἵππων ὠκειάων·