ὣς εἰπὼν πυλέων ἐξέσσυτο φαίδιμος Ἕκτωρ,τῷ δʼ ἅμʼ Ἀλέξανδρος κίʼ ἀδελφεός· ἐν δʼ ἄρα θυμῷἀμφότεροι μέμασαν πολεμίζειν ἠδὲ μάχεσθαι.ὡς δὲ θεὸς ναύτῃσιν ἐελδομένοισιν ἔδωκενοὖρον, ἐπεί κε κάμωσιν ἐϋξέστῃς ἐλάτῃσιπόντον ἐλαύνοντες, καμάτῳ δʼ ὑπὸ γυῖα λέλυνται,ὣς ἄρα τὼ Τρώεσσιν ἐελδομένοισι φανήτην.ἔνθʼ ἑλέτην ὃ μὲν υἱὸν Ἀρηϊθόοιο ἄνακτοςἌρνῃ ναιετάοντα Μενέσθιον, ὃν κορυνήτηςγείνατʼ Ἀρηΐθοος καὶ Φυλομέδουσα βοῶπις·Ἕκτωρ δʼ Ἠϊονῆα βάλʼ ἔγχεϊ ὀξυόεντιαὐχένʼ ὑπὸ στεφάνης εὐχάλκου, λύντο δὲ γυῖα.Γλαῦκος δʼ Ἱππολόχοιο πάϊς Λυκίων ἀγὸς ἀνδρῶνἸφίνοον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνηνΔεξιάδην ἵππων ἐπιάλμενον ὠκειάωνὦμον· ὃ δʼ ἐξ ἵππων χαμάδις πέσε, λύντο δὲ γυῖα.τοὺς δʼ ὡς οὖν ἐνόησε θεὰ γλαυκῶπις ἈθήνηἈργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ,βῆ ῥα κατʼ Οὐλύμποιο καρήνων ἀΐξασαἼλιον εἰς ἱερήν· τῇ δʼ ἀντίος ὄρνυτʼ ἈπόλλωνΠεργάμου ἐκκατιδών, Τρώεσσι δὲ βούλετο νίκην·ἀλλήλοισι δὲ τώ γε συναντέσθην παρὰ φηγῷ.τὴν πρότερος προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·τίπτε σὺ δʼ αὖ μεμαυῖα Διὸς θύγατερ μεγάλοιοἦλθες ἀπʼ Οὐλύμποιο, μέγας δέ σε θυμὸς ἀνῆκεν;ἦ ἵνα δὴ Δαναοῖσι μάχης ἑτεραλκέα νίκηνδῷς; ἐπεὶ οὔ τι Τρῶας ἀπολλυμένους ἐλεαίρεις.ἀλλʼ εἴ μοί τι πίθοιο τό κεν πολὺ κέρδιον εἴη·νῦν μὲν παύσωμεν πόλεμον καὶ δηϊοτῆτασήμερον· ὕστερον αὖτε μαχήσοντʼ εἰς ὅ κε τέκμωρἸλίου εὕρωσιν, ἐπεὶ ὣς φίλον ἔπλετο θυμῷὑμῖν ἀθανάτῃσι, διαπραθέειν τόδε ἄστυ.τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·ὧδʼ ἔστω ἑκάεργε· τὰ γὰρ φρονέουσα καὶ αὐτὴἦλθον ἀπʼ Οὐλύμποιο μετὰ Τρῶας καὶ Ἀχαιούς.ἀλλʼ ἄγε πῶς μέμονας πόλεμον καταπαυσέμεν ἀνδρῶν;τὴν δʼ αὖτε προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·Ἕκτορος ὄρσωμεν κρατερὸν μένος ἱπποδάμοιο,ἤν τινά που Δαναῶν προκαλέσσεται οἰόθεν οἶοςἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι,