πάντῃ ἐποιχόμενοι πρὶν αὖτʼ ἐν χερσὶ γυναικῶνφεύγοντας πεσέειν, δηΐοισι δὲ χάρμα γενέσθαι.αὐτὰρ ἐπεί κε φάλαγγας ἐποτρύνητον ἁπάσας,ἡμεῖς μὲν Δαναοῖσι μαχησόμεθʼ αὖθι μένοντες,καὶ μάλα τειρόμενοί περ· ἀναγκαίη γὰρ ἐπείγει·Ἕκτορ ἀτὰρ σὺ πόλιν δὲ μετέρχεο, εἰπὲ δʼ ἔπειταμητέρι σῇ καὶ ἐμῇ· ἣ δὲ ξυνάγουσα γεραιὰςνηὸν Ἀθηναίης γλαυκώπιδος ἐν πόλει ἄκρῃοἴξασα κληῗδι θύρας ἱεροῖο δόμοιοπέπλον, ὅς οἱ δοκέει χαριέστατος ἠδὲ μέγιστοςεἶναι ἐνὶ μεγάρῳ καί οἱ πολὺ φίλτατος αὐτῇ,θεῖναι Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῷἤνις ἠκέστας ἱερευσέμεν, αἴ κʼ ἐλεήσῃἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα,ὥς κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰλίου ἱρῆςἄγριον αἰχμητὴν κρατερὸν μήστωρα φόβοιο,ὃν δὴ ἐγὼ κάρτιστον Ἀχαιῶν φημι γενέσθαι.οὐδʼ Ἀχιλῆά ποθʼ ὧδέ γʼ ἐδείδιμεν ὄρχαμον ἀνδρῶν,ὅν πέρ φασι θεᾶς ἐξέμμεναι· ἀλλʼ ὅδε λίηνμαίνεται, οὐδέ τίς οἱ δύναται μένος ἰσοφαρίζειν.ὣς ἔφαθʼ, Ἕκτωρ δʼ οὔ τι κασιγνήτῳ ἀπίθησεν.αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε,πάλλων δʼ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν.οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν·Ἀργεῖοι δʼ ὑπεχώρησαν, λῆξαν δὲ φόνοιο,φὰν δέ τινʼ ἀθανάτων ἐξ οὐρανοῦ ἀστερόεντοςΤρωσὶν ἀλεξήσοντα κατελθέμεν, ὡς ἐλέλιχθεν.Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας·Τρῶες ὑπέρθυμοι τηλεκλειτοί τʼ ἐπίκουροιἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς,ὄφρʼ ἂν ἐγὼ βείω προτὶ Ἴλιον, ἠδὲ γέρουσινεἴπω βουλευτῇσι καὶ ἡμετέρῃς ἀλόχοισιδαίμοσιν ἀρήσασθαι, ὑποσχέσθαι δʼ ἑκατόμβας.ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ·ἀμφὶ δέ μιν σφυρὰ τύπτε καὶ αὐχένα δέρμα κελαινὸνἄντυξ ἣ πυμάτη θέεν ἀσπίδος ὀμφαλοέσσης.Γλαῦκος δʼ Ἱππολόχοιο πάϊς καὶ Τυδέος υἱὸςἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι.