δαιμόνιʼ οὐκ ἄν τίς τοι ἀνὴρ ὃς ἐναίσιμος εἴηἔργον ἀτιμήσειε μάχης, ἐπεὶ ἄλκιμός ἐσσι·ἀλλὰ ἑκὼν μεθιεῖς τε καὶ οὐκ ἐθέλεις· τὸ δʼ ἐμὸν κῆρἄχνυται ἐν θυμῷ, ὅθʼ ὑπὲρ σέθεν αἴσχεʼ ἀκούωπρὸς Τρώων, οἳ ἔχουσι πολὺν πόνον εἵνεκα σεῖο.ἀλλʼ ἴομεν· τὰ δʼ ὄπισθεν ἀρεσσόμεθʼ, αἴ κέ ποθι Ζεὺςδώῃ ἐπουρανίοισι θεοῖς αἰειγενέτῃσικρητῆρα στήσασθαι ἐλεύθερον ἐν μεγάροισινἐκ Τροίης ἐλάσαντας ἐϋκνήμιδας Ἀχαιούς.