κτείνας δήϊον ἄνδρα, χαρείη δὲ φρένα μήτηρ.ὣς εἰπὼν ἀλόχοιο φίλης ἐν χερσὶν ἔθηκεπαῖδʼ ἑόν· ἣ δʼ ἄρα μιν κηώδεϊ δέξατο κόλπῳδακρυόεν γελάσασα· πόσις δʼ ἐλέησε νοήσας,χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·δαιμονίη μή μοί τι λίην ἀκαχίζεο θυμῷ·οὐ γάρ τίς μʼ ὑπὲρ αἶσαν ἀνὴρ Ἄϊδι προϊάψει·μοῖραν δʼ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν,οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ἐπὴν τὰ πρῶτα γένηται.ἀλλʼ εἰς οἶκον ἰοῦσα τὰ σʼ αὐτῆς ἔργα κόμιζεἱστόν τʼ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευεἔργον ἐποίχεσθαι· πόλεμος δʼ ἄνδρεσσι μελήσειπᾶσι, μάλιστα δʼ ἐμοί, τοὶ Ἰλίῳ ἐγγεγάασιν.ὣς ἄρα φωνήσας κόρυθʼ εἵλετο φαίδιμος Ἕκτωρἵππουριν· ἄλοχος δὲ φίλη οἶκον δὲ βεβήκειἐντροπαλιζομένη, θαλερὸν κατὰ δάκρυ χέουσα.αἶψα δʼ ἔπειθʼ ἵκανε δόμους εὖ ναιετάονταςἝκτορος ἀνδροφόνοιο, κιχήσατο δʼ ἔνδοθι πολλὰςἀμφιπόλους, τῇσιν δὲ γόον πάσῃσιν ἐνῶρσεν.αἳ μὲν ἔτι ζωὸν γόον Ἕκτορα ᾧ ἐνὶ οἴκῳ·οὐ γάρ μιν ἔτʼ ἔφαντο ὑπότροπον ἐκ πολέμοιοἵξεσθαι προφυγόντα μένος καὶ χεῖρας Ἀχαιῶν.οὐδὲ Πάρις δήθυνεν ἐν ὑψηλοῖσι δόμοισιν,ἀλλʼ ὅ γʼ, ἐπεὶ κατέδυ κλυτὰ τεύχεα ποικίλα χαλκῷ,σεύατʼ ἔπειτʼ ἀνὰ ἄστυ ποσὶ κραιπνοῖσι πεποιθώς.ὡς δʼ ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνῃδεσμὸν ἀπορρήξας θείῃ πεδίοιο κροαίνωνεἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖοκυδιόων· ὑψοῦ δὲ κάρη ἔχει, ἀμφὶ δὲ χαῖταιὤμοις ἀΐσσονται· ὃ δʼ ἀγλαΐηφι πεποιθὼςῥίμφά ἑ γοῦνα φέρει μετά τʼ ἤθεα καὶ νομὸν ἵππων·ὣς υἱὸς Πριάμοιο Πάρις κατὰ Περγάμου ἄκρηςτεύχεσι παμφαίνων ὥς τʼ ἠλέκτωρ ἐβεβήκεικαγχαλόων, ταχέες δὲ πόδες φέρον· αἶψα δʼ ἔπειταἝκτορα δῖον ἔτετμεν ἀδελφεὸν εὖτʼ ἄρʼ ἔμελλεστρέψεσθʼ ἐκ χώρης ὅθι ᾗ ὀάριζε γυναικί.τὸν πρότερος προσέειπεν Ἀλέξανδρος θεοειδής·ἠθεῖʼ ἦ μάλα δή σε καὶ ἐσσύμενον κατερύκωδηθύνων, οὐδʼ ἦλθον ἐναίσιμον ὡς ἐκέλευες;τὸν δʼ ἀπαμειβόμενος προσέφη κορυθαίολος Ἕκτωρ·