ἦ καὶ ἐμοὶ τάδε πάντα μέλει γύναι· ἀλλὰ μάλʼ αἰνῶςαἰδέομαι Τρῶας καὶ Τρῳάδας ἑλκεσιπέπλους,αἴ κε κακὸς ὣς νόσφιν ἀλυσκάζω πολέμοιο·οὐδέ με θυμὸς ἄνωγεν, ἐπεὶ μάθον ἔμμεναι ἐσθλὸςαἰεὶ καὶ πρώτοισι μετὰ Τρώεσσι μάχεσθαιἀρνύμενος πατρός τε μέγα κλέος ἠδʼ ἐμὸν αὐτοῦ.εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν·ἔσσεται ἦμαρ ὅτʼ ἄν ποτʼ ὀλώλῃ Ἴλιος ἱρὴκαὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο.ἀλλʼ οὔ μοι Τρώων τόσσον μέλει ἄλγος ὀπίσσω,οὔτʼ αὐτῆς Ἑκάβης οὔτε Πριάμοιο ἄνακτοςοὔτε κασιγνήτων, οἵ κεν πολέες τε καὶ ἐσθλοὶἐν κονίῃσι πέσοιεν ὑπʼ ἀνδράσι δυσμενέεσσιν,ὅσσον σεῦ, ὅτε κέν τις Ἀχαιῶν χαλκοχιτώνωνδακρυόεσσαν ἄγηται ἐλεύθερον ἦμαρ ἀπούρας·καί κεν ἐν Ἄργει ἐοῦσα πρὸς ἄλλης ἱστὸν ὑφαίνοις,καί κεν ὕδωρ φορέοις Μεσσηΐδος ἢ Ὑπερείηςπόλλʼ ἀεκαζομένη, κρατερὴ δʼ ἐπικείσετʼ ἀνάγκη·καί ποτέ τις εἴπῃσιν ἰδὼν κατὰ δάκρυ χέουσαν·Ἕκτορος ἥδε γυνὴ ὃς ἀριστεύεσκε μάχεσθαιΤρώων ἱπποδάμων ὅτε Ἴλιον ἀμφεμάχοντο.ὥς ποτέ τις ἐρέει· σοὶ δʼ αὖ νέον ἔσσεται ἄλγοςχήτεϊ τοιοῦδʼ ἀνδρὸς ἀμύνειν δούλιον ἦμαρ.ἀλλά με τεθνηῶτα χυτὴ κατὰ γαῖα καλύπτοιπρίν γέ τι σῆς τε βοῆς σοῦ θʼ ἑλκηθμοῖο πυθέσθαι.ὣς εἰπὼν οὗ παιδὸς ὀρέξατο φαίδιμος Ἕκτωρ·ἂψ δʼ ὃ πάϊς πρὸς κόλπον ἐϋζώνοιο τιθήνηςἐκλίνθη ἰάχων πατρὸς φίλου ὄψιν ἀτυχθεὶςταρβήσας χαλκόν τε ἰδὲ λόφον ἱππιοχαίτην,δεινὸν ἀπʼ ἀκροτάτης κόρυθος νεύοντα νοήσας.ἐκ δʼ ἐγέλασσε πατήρ τε φίλος καὶ πότνια μήτηρ·αὐτίκʼ ἀπὸ κρατὸς κόρυθʼ εἵλετο φαίδιμος Ἕκτωρ,καὶ τὴν μὲν κατέθηκεν ἐπὶ χθονὶ παμφανόωσαν·αὐτὰρ ὅ γʼ ὃν φίλον υἱὸν ἐπεὶ κύσε πῆλέ τε χερσὶνεἶπε δʼ ἐπευξάμενος Διί τʼ ἄλλοισίν τε θεοῖσι·Ζεῦ ἄλλοι τε θεοὶ δότε δὴ καὶ τόνδε γενέσθαιπαῖδʼ ἐμὸν ὡς καὶ ἐγώ περ ἀριπρεπέα Τρώεσσιν,ὧδε βίην τʼ ἀγαθόν, καὶ Ἰλίου ἶφι ἀνάσσειν·καί ποτέ τις εἴποι πατρός γʼ ὅδε πολλὸν ἀμείνωνἐκ πολέμου ἀνιόντα· φέροι δʼ ἔναρα βροτόεντα