πρὸς πόλιν, ᾗ περ οἱ ἄλλοι ἀτυζόμενοι φοβέοντο,αὐτὸς δʼ ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθηπρηνὴς ἐν κονίῃσιν ἐπὶ στόμα· πὰρ δέ οἱ ἔστηἈτρεΐδης Μενέλαος ἔχων δολιχόσκιον ἔγχος.Ἄδρηστος δʼ ἄρʼ ἔπειτα λαβὼν ἐλίσσετο γούνων·ζώγρει Ἀτρέος υἱέ, σὺ δʼ ἄξια δέξαι ἄποινα·πολλὰ δʼ ἐν ἀφνειοῦ πατρὸς κειμήλια κεῖταιχαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος,τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσιʼ ἄποιναεἴ κεν ἐμὲ ζωὸν πεπύθοιτʼ ἐπὶ νηυσὶν Ἀχαιῶν.ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ἔπειθε·καὶ δή μιν τάχʼ ἔμελλε θοὰς ἐπὶ νῆας Ἀχαιῶνδώσειν ᾧ θεράποντι καταξέμεν· ἀλλʼ Ἀγαμέμνωνἀντίος ἦλθε θέων, καὶ ὁμοκλήσας ἔπος ηὔδα·ὦ πέπον ὦ Μενέλαε, τί ἢ δὲ σὺ κήδεαι οὕτωςἀνδρῶν; ἦ σοὶ ἄριστα πεποίηται κατὰ οἶκονπρὸς Τρώων; τῶν μή τις ὑπεκφύγοι αἰπὺν ὄλεθρονχεῖράς θʼ ἡμετέρας, μηδʼ ὅν τινα γαστέρι μήτηρκοῦρον ἐόντα φέροι, μηδʼ ὃς φύγοι, ἀλλʼ ἅμα πάντεςἸλίου ἐξαπολοίατʼ ἀκήδεστοι καὶ ἄφαντοι.ὣς εἰπὼν ἔτρεψεν ἀδελφειοῦ φρένας ἥρωςαἴσιμα παρειπών· ὃ δʼ ἀπὸ ἕθεν ὤσατο χειρὶἥρωʼ Ἄδρηστον· τὸν δὲ κρείων Ἀγαμέμνωνοὖτα κατὰ λαπάρην· ὃ δʼ ἀνετράπετʼ, Ἀτρεΐδης δὲλὰξ ἐν στήθεσι βὰς ἐξέσπασε μείλινον ἔγχος.Νέστωρ δʼ Ἀργείοισιν ἐκέκλετο μακρὸν ἀΰσας·ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηοςμή τις νῦν ἐνάρων ἐπιβαλλόμενος μετόπισθεμιμνέτω ὥς κε πλεῖστα φέρων ἐπὶ νῆας ἵκηται,ἀλλʼ ἄνδρας κτείνωμεν· ἔπειτα δὲ καὶ τὰ ἕκηλοινεκροὺς ἂμ πεδίον συλήσετε τεθνηῶτας.ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.ἔνθά κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπʼ ἈχαιῶνἼλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες,εἰ μὴ ἄρʼ Αἰνείᾳ τε καὶ Ἕκτορι εἶπε παραστὰςΠριαμίδης Ἕλενος οἰωνοπόλων ὄχʼ ἄριστος·Αἰνεία τε καὶ Ἕκτορ, ἐπεὶ πόνος ὔμμι μάλισταΤρώων καὶ Λυκίων ἐγκέκλιται, οὕνεκʼ ἄριστοιπᾶσαν ἐπʼ ἰθύν ἐστε μάχεσθαί τε φρονέειν τε,στῆτʼ αὐτοῦ, καὶ λαὸν ἐρυκάκετε πρὸ πυλάων