Ἑκτορίδην ἀγαπητὸν ἀλίγκιον ἀστέρι καλῷ,τόν ῥʼ Ἕκτωρ καλέεσκε Σκαμάνδριον, αὐτὰρ οἱ ἄλλοιἈστυάνακτʼ· οἶος γὰρ ἐρύετο Ἴλιον Ἕκτωρ.ἤτοι ὃ μὲν μείδησεν ἰδὼν ἐς παῖδα σιωπῇ·Ἀνδρομάχη δέ οἱ ἄγχι παρίστατο δάκρυ χέουσα,ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·δαιμόνιε φθίσει σε τὸ σὸν μένος, οὐδʼ ἐλεαίρειςπαῖδά τε νηπίαχον καὶ ἔμʼ ἄμμορον, ἣ τάχα χήρησεῦ ἔσομαι· τάχα γάρ σε κατακτανέουσιν Ἀχαιοὶπάντες ἐφορμηθέντες· ἐμοὶ δέ κε κέρδιον εἴησεῦ ἀφαμαρτούσῃ χθόνα δύμεναι· οὐ γὰρ ἔτʼ ἄλληἔσται θαλπωρὴ ἐπεὶ ἂν σύ γε πότμον ἐπίσπῃςἀλλʼ ἄχεʼ· οὐδέ μοι ἔστι πατὴρ καὶ πότνια μήτηρ.ἤτοι γὰρ πατέρʼ ἁμὸν ἀπέκτανε δῖος Ἀχιλλεύς,ἐκ δὲ πόλιν πέρσεν Κιλίκων εὖ ναιετάουσανΘήβην ὑψίπυλον· κατὰ δʼ ἔκτανεν Ἠετίωνα,οὐδέ μιν ἐξενάριξε, σεβάσσατο γὰρ τό γε θυμῷ,ἀλλʼ ἄρα μιν κατέκηε σὺν ἔντεσι δαιδαλέοισινἠδʼ ἐπὶ σῆμʼ ἔχεεν· περὶ δὲ πτελέας ἐφύτευσαννύμφαι ὀρεστιάδες κοῦραι Διὸς αἰγιόχοιο.οἳ δέ μοι ἑπτὰ κασίγνητοι ἔσαν ἐν μεγάροισινοἳ μὲν πάντες ἰῷ κίον ἤματι Ἄϊδος εἴσω·πάντας γὰρ κατέπεφνε ποδάρκης δῖος Ἀχιλλεὺςβουσὶν ἐπʼ εἰλιπόδεσσι καὶ ἀργεννῇς ὀΐεσσι.μητέρα δʼ, ἣ βασίλευεν ὑπὸ Πλάκῳ ὑληέσσῃ,τὴν ἐπεὶ ἂρ δεῦρʼ ἤγαγʼ ἅμʼ ἄλλοισι κτεάτεσσιν,ἂψ ὅ γε τὴν ἀπέλυσε λαβὼν ἀπερείσιʼ ἄποινα,πατρὸς δʼ ἐν μεγάροισι βάλʼ Ἄρτεμις ἰοχέαιρα.Ἕκτορ ἀτὰρ σύ μοί ἐσσι πατὴρ καὶ πότνια μήτηρἠδὲ κασίγνητος, σὺ δέ μοι θαλερὸς παρακοίτης·ἀλλʼ ἄγε νῦν ἐλέαιρε καὶ αὐτοῦ μίμνʼ ἐπὶ πύργῳ,μὴ παῖδʼ ὀρφανικὸν θήῃς χήρην τε γυναῖκα·λαὸν δὲ στῆσον παρʼ ἐρινεόν, ἔνθα μάλισταἀμβατός ἐστι πόλις καὶ ἐπίδρομον ἔπλετο τεῖχος.τρὶς γὰρ τῇ γʼ ἐλθόντες ἐπειρήσανθʼ οἱ ἄριστοιἀμφʼ Αἴαντε δύω καὶ ἀγακλυτὸν Ἰδομενῆαἠδʼ ἀμφʼ Ἀτρεΐδας καὶ Τυδέος ἄλκιμον υἱόν·ἤ πού τίς σφιν ἔνισπε θεοπροπίων ἐῢ εἰδώς,ἤ νυ καὶ αὐτῶν θυμὸς ἐποτρύνει καὶ ἀνώγει.τὴν δʼ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·