ἤδη γάρ μοι θυμὸς ἐπέσσυται ὄφρʼ ἐπαμύνωΤρώεσσʼ, οἳ μέγʼ ἐμεῖο ποθὴν ἀπεόντος ἔχουσιν.ἀλλὰ σύ γʼ ὄρνυθι τοῦτον, ἐπειγέσθω δὲ καὶ αὐτός,ὥς κεν ἔμʼ ἔντοσθεν πόλιος καταμάρψῃ ἐόντα.καὶ γὰρ ἐγὼν οἶκον δὲ ἐλεύσομαι ὄφρα ἴδωμαιοἰκῆας ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν.οὐ γὰρ οἶδʼ εἰ ἔτι σφιν ὑπότροπος ἵξομαι αὖτις,ἦ ἤδη μʼ ὑπὸ χερσὶ θεοὶ δαμόωσιν Ἀχαιῶν.ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ·αἶψα δʼ ἔπειθʼ ἵκανε δόμους εὖ ναιετάοντας,οὐδʼ εὗρʼ Ἀνδρομάχην λευκώλενον ἐν μεγάροισιν,ἀλλʼ ἥ γε ξὺν παιδὶ καὶ ἀμφιπόλῳ ἐϋπέπλῳπύργῳ ἐφεστήκει γοόωσά τε μυρομένη τε.Ἕκτωρ δʼ ὡς οὐκ ἔνδον ἀμύμονα τέτμεν ἄκοιτινἔστη ἐπʼ οὐδὸν ἰών, μετὰ δὲ δμῳῇσιν ἔειπεν·εἰ δʼ ἄγε μοι δμῳαὶ νημερτέα μυθήσασθε·πῇ ἔβη Ἀνδρομάχη λευκώλενος ἐκ μεγάροιο;ἠέ πῃ ἐς γαλόων ἢ εἰνατέρων ἐϋπέπλωνἢ ἐς Ἀθηναίης ἐξοίχεται, ἔνθά περ ἄλλαιΤρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται;τὸν δʼ αὖτʼ ὀτρηρὴ ταμίη πρὸς μῦθον ἔειπεν·Ἕκτορ ἐπεὶ μάλʼ ἄνωγας ἀληθέα μυθήσασθαι,οὔτέ πῃ ἐς γαλόων οὔτʼ εἰνατέρων ἐϋπέπλωνοὔτʼ ἐς Ἀθηναίης ἐξοίχεται, ἔνθά περ ἄλλαιΤρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται,ἀλλʼ ἐπὶ πύργον ἔβη μέγαν Ἰλίου, οὕνεκʼ ἄκουσετείρεσθαι Τρῶας, μέγα δὲ κράτος εἶναι Ἀχαιῶν.ἣ μὲν δὴ πρὸς τεῖχος ἐπειγομένη ἀφικάνειμαινομένῃ ἐϊκυῖα· φέρει δʼ ἅμα παῖδα τιθήνη.ἦ ῥα γυνὴ ταμίη, ὃ δʼ ἀπέσσυτο δώματος Ἕκτωρτὴν αὐτὴν ὁδὸν αὖτις ἐϋκτιμένας κατʼ ἀγυιάς.εὖτε πύλας ἵκανε διερχόμενος μέγα ἄστυΣκαιάς, τῇ ἄρʼ ἔμελλε διεξίμεναι πεδίον δέ,ἔνθʼ ἄλοχος πολύδωρος ἐναντίη ἦλθε θέουσαἈνδρομάχη θυγάτηρ μεγαλήτορος ἨετίωνοςἨετίων ὃς ἔναιεν ὑπὸ Πλάκῳ ὑληέσσῃΘήβῃ Ὑποπλακίῃ Κιλίκεσσʼ ἄνδρεσσιν ἀνάσσων·τοῦ περ δὴ θυγάτηρ ἔχεθʼ Ἕκτορι χαλκοκορυστῇ.ἥ οἱ ἔπειτʼ ἤντησʼ, ἅμα δʼ ἀμφίπολος κίεν αὐτῇπαῖδʼ ἐπὶ κόλπῳ ἔχουσʼ ἀταλάφρονα νήπιον αὔτως