τὸν δʼ εὗρʼ ἐν θαλάμῳ περικαλλέα τεύχεʼ ἕπονταἀσπίδα καὶ θώρηκα, καὶ ἀγκύλα τόξʼ ἁφόωντα·Ἀργείη δʼ Ἑλένη μετʼ ἄρα δμῳῇσι γυναιξὶνἧστο καὶ ἀμφιπόλοισι περικλυτὰ ἔργα κέλευε.τὸν δʼ Ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσι·δαιμόνιʼ οὐ μὲν καλὰ χόλον τόνδʼ ἔνθεο θυμῷ,λαοὶ μὲν φθινύθουσι περὶ πτόλιν αἰπύ τε τεῖχοςμαρνάμενοι· σέο δʼ εἵνεκʼ ἀϋτή τε πτόλεμός τεἄστυ τόδʼ ἀμφιδέδηε· σὺ δʼ ἂν μαχέσαιο καὶ ἄλλῳ,ὅν τινά που μεθιέντα ἴδοις στυγεροῦ πολέμοιο.ἀλλʼ ἄνα μὴ τάχα ἄστυ πυρὸς δηΐοιο θέρηται.τὸν δʼ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής·Ἕκτορ ἐπεί με κατʼ αἶσαν ἐνείκεσας οὐδʼ ὑπὲρ αἶσαν,τοὔνεκά τοι ἐρέω· σὺ δὲ σύνθεο καί μευ ἄκουσον·οὔ τοι ἐγὼ Τρώων τόσσον χόλῳ οὐδὲ νεμέσσιἥμην ἐν θαλάμῳ, ἔθελον δʼ ἄχεϊ προτραπέσθαι.νῦν δέ με παρειποῦσʼ ἄλοχος μαλακοῖς ἐπέεσσινὅρμησʼ ἐς πόλεμον· δοκέει δέ μοι ὧδε καὶ αὐτῷλώϊον ἔσσεσθαι· νίκη δʼ ἐπαμείβεται ἄνδρας.ἀλλʼ ἄγε νῦν ἐπίμεινον, Ἀρήϊα τεύχεα δύω·ἢ ἴθʼ, ἐγὼ δὲ μέτειμι· κιχήσεσθαι δέ σʼ ὀΐω.ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη κορυθαίολος Ἕκτωρ·τὸν δʼ Ἑλένη μύθοισι προσηύδα μειλιχίοισι·δᾶερ ἐμεῖο κυνὸς κακομηχάνου ὀκρυοέσσης,ὥς μʼ ὄφελʼ ἤματι τῷ ὅτε με πρῶτον τέκε μήτηροἴχεσθαι προφέρουσα κακὴ ἀνέμοιο θύελλαεἰς ὄρος ἢ εἰς κῦμα πολυφλοίσβοιο θαλάσσης,ἔνθά με κῦμʼ ἀπόερσε πάρος τάδε ἔργα γενέσθαι.αὐτὰρ ἐπεὶ τάδε γʼ ὧδε θεοὶ κακὰ τεκμήραντο,ἀνδρὸς ἔπειτʼ ὤφελλον ἀμείνονος εἶναι ἄκοιτις,ὃς ᾔδη νέμεσίν τε καὶ αἴσχεα πόλλʼ ἀνθρώπων.τούτῳ δʼ οὔτʼ ἂρ νῦν φρένες ἔμπεδοι οὔτʼ ἄρʼ ὀπίσσωἔσσονται· τὼ καί μιν ἐπαυρήσεσθαι ὀΐω.ἀλλʼ ἄγε νῦν εἴσελθε καὶ ἕζεο τῷδʼ ἐπὶ δίφρῳδᾶερ, ἐπεί σε μάλιστα πόνος φρένας ἀμφιβέβηκενεἵνεκʼ ἐμεῖο κυνὸς καὶ Ἀλεξάνδρου ἕνεκʼ ἄτης,οἷσιν ἐπὶ Ζεὺς θῆκε κακὸν μόρον, ὡς καὶ ὀπίσσωἀνθρώποισι πελώμεθʼ ἀοίδιμοι ἐσσομένοισι.τὴν δʼ ἠμείβετʼ ἔπειτα μέγας κορυθαίολος Ἕκτωρμή με κάθιζʼ Ἑλένη φιλέουσά περ· οὐδέ με πείσεις·