αἴ κʼ ἐθέλῃσʼ εἰπόντος ἀκουέμεν· ὥς κέ οἱ αὖθιγαῖα χάνοι· μέγα γάρ μιν Ὀλύμπιος ἔτρεφε πῆμαΤρωσί τε καὶ Πριάμῳ μεγαλήτορι τοῖό τε παισίν.εἰ κεῖνόν γε ἴδοιμι κατελθόντʼ Ἄϊδος εἴσωφαίην κε φρένʼ ἀτέρπου ὀϊζύος ἐκλελαθέσθαι.ὣς ἔφαθʼ, ἣ δὲ μολοῦσα ποτὶ μέγαρʼ ἀμφιπόλοισικέκλετο· ταὶ δʼ ἄρʼ ἀόλλισσαν κατὰ ἄστυ γεραιάς.αὐτὴ δʼ ἐς θάλαμον κατεβήσετο κηώεντα,ἔνθʼ ἔσάν οἱ πέπλοι παμποίκιλα ἔργα γυναικῶνΣιδονίων, τὰς αὐτὸς Ἀλέξανδρος θεοειδὴςἤγαγε Σιδονίηθεν ἐπιπλὼς εὐρέα πόντον,τὴν ὁδὸν ἣν Ἑλένην περ ἀνήγαγεν εὐπατέρειαν·τῶν ἕνʼ ἀειραμένη Ἑκάβη φέρε δῶρον Ἀθήνῃ,ὃς κάλλιστος ἔην ποικίλμασιν ἠδὲ μέγιστος,ἀστὴρ δʼ ὣς ἀπέλαμπεν· ἔκειτο δὲ νείατος ἄλλων.βῆ δʼ ἰέναι, πολλαὶ δὲ μετεσσεύοντο γεραιαί.αἱ δʼ ὅτε νηὸν ἵκανον Ἀθήνης ἐν πόλει ἄκρῃ,τῇσι θύρας ὤϊξε Θεανὼ καλλιπάρῃοςΚισσηῒς ἄλοχος Ἀντήνορος ἱπποδάμοιο·τὴν γὰρ Τρῶες ἔθηκαν Ἀθηναίης ἱέρειαν.αἳ δʼ ὀλολυγῇ πᾶσαι Ἀθήνῃ χεῖρας ἀνέσχον·ἣ δʼ ἄρα πέπλον ἑλοῦσα Θεανὼ καλλιπάρῃοςθῆκεν Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,εὐχομένη δʼ ἠρᾶτο Διὸς κούρῃ μεγάλοιο·πότνιʼ Ἀθηναίη ἐρυσίπτολι δῖα θεάωνἆξον δὴ ἔγχος Διομήδεος, ἠδὲ καὶ αὐτὸνπρηνέα δὸς πεσέειν Σκαιῶν προπάροιθε πυλάων,ὄφρά τοι αὐτίκα νῦν δυοκαίδεκα βοῦς ἐνὶ νηῷἤνις ἠκέστας ἱερεύσομεν, αἴ κʼ ἐλεήσῃςἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα.ὣς ἔφατʼ εὐχομένη, ἀνένευε δὲ Παλλὰς Ἀθήνη.ὣς αἳ μέν ῥʼ εὔχοντο Διὸς κούρῃ μεγάλοιο,Ἕκτωρ δὲ πρὸς δώματʼ Ἀλεξάνδροιο βεβήκεικαλά, τά ῥʼ αὐτὸς ἔτευξε σὺν ἀνδράσιν οἳ τότʼ ἄριστοιἦσαν ἐνὶ Τροίῃ ἐριβώλακι τέκτονες ἄνδρες,οἵ οἱ ἐποίησαν θάλαμον καὶ δῶμα καὶ αὐλὴνἐγγύθι τε Πριάμοιο καὶ Ἕκτορος ἐν πόλει ἄκρῃ.ἔνθʼ Ἕκτωρ εἰσῆλθε Διῒ φίλος, ἐν δʼ ἄρα χειρὶἔγχος ἔχʼ ἑνδεκάπηχυ· πάροιθε δὲ λάμπετο δουρὸςαἰχμὴ χαλκείη, περὶ δὲ χρύσεος θέε πόρκης.