πάσας ἑξείης· πολλῇσι δὲ κήδεʼ ἐφῆπτο.ἀλλʼ ὅτε δὴ Πριάμοιο δόμον περικαλλέʼ ἵκανεξεστῇς αἰθούσῃσι τετυγμένον· αὐτὰρ ἐν αὐτῷπεντήκοντʼ ἔνεσαν θάλαμοι ξεστοῖο λίθοιοπλησίον ἀλλήλων δεδμημένοι, ἔνθα δὲ παῖδεςκοιμῶντο Πριάμοιο παρὰ μνηστῇς ἀλόχοισι,κουράων δʼ ἑτέρωθεν ἐναντίοι ἔνδοθεν αὐλῆςδώδεκʼ ἔσαν τέγεοι θάλαμοι ξεστοῖο λίθοιοπλησίον ἀλλήλων δεδμημένοι, ἔνθα δὲ γαμβροὶκοιμῶντο Πριάμοιο παρʼ αἰδοίῃς ἀλόχοισιν·ἔνθά οἱ ἠπιόδωρος ἐναντίη ἤλυθε μήτηρΛαοδίκην ἐσάγουσα θυγατρῶν εἶδος ἀρίστην·ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·τέκνον τίπτε λιπὼν πόλεμον θρασὺν εἰλήλουθας;ἦ μάλα δὴ τείρουσι δυσώνυμοι υἷες Ἀχαιῶνμαρνάμενοι περὶ ἄστυ· σὲ δʼ ἐνθάδε θυμὸς ἀνῆκενἐλθόντʼ ἐξ ἄκρης πόλιος Διὶ χεῖρας ἀνασχεῖν.ἀλλὰ μένʼ ὄφρά κέ τοι μελιηδέα οἶνον ἐνείκω,ὡς σπείσῃς Διὶ πατρὶ καὶ ἄλλοις ἀθανάτοισιπρῶτον, ἔπειτα δὲ καὐτὸς ὀνήσεαι αἴ κε πίῃσθα.ἀνδρὶ δὲ κεκμηῶτι μένος μέγα οἶνος ἀέξει,ὡς τύνη κέκμηκας ἀμύνων σοῖσιν ἔτῃσι.τὴν δʼ ἠμείβετʼ ἔπειτα μέγας κορυθαίολος Ἕκτωρ·μή μοι οἶνον ἄειρε μελίφρονα πότνια μῆτερ,μή μʼ ἀπογυιώσῃς μένεος, ἀλκῆς τε λάθωμαι·χερσὶ δʼ ἀνίπτοισιν Διὶ λείβειν αἴθοπα οἶνονἅζομαι· οὐδέ πῃ ἔστι κελαινεφέϊ Κρονίωνιαἵματι καὶ λύθρῳ πεπαλαγμένον εὐχετάασθαι.ἀλλὰ σὺ μὲν πρὸς νηὸν Ἀθηναίης ἀγελείηςἔρχεο σὺν θυέεσσιν ἀολλίσσασα γεραιάς·πέπλον δʼ, ὅς τίς τοι χαριέστατος ἠδὲ μέγιστοςἔστιν ἐνὶ μεγάρῳ καί τοι πολὺ φίλτατος αὐτῇ,τὸν θὲς Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῷἤνις ἠκέστας ἱερευσέμεν, αἴ κʼ ἐλεήσῃἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα,αἴ κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰλίου ἱρῆςἄγριον αἰχμητὴν κρατερὸν μήστωρα φόβοιο.ἀλλὰ σὺ μὲν πρὸς νηὸν Ἀθηναίης ἀγελείηςἔρχευ, ἐγὼ δὲ Πάριν μετελεύσομαι ὄφρα καλέσσω