ἤτοι ὃ κὰπ πεδίον τὸ Ἀλήϊον οἶος ἀλᾶτοὃν θυμὸν κατέδων, πάτον ἀνθρώπων ἀλεείνων·Ἴσανδρον δέ οἱ υἱὸν Ἄρης ἆτος πολέμοιομαρνάμενον Σολύμοισι κατέκτανε κυδαλίμοισι·τὴν δὲ χολωσαμένη χρυσήνιος Ἄρτεμις ἔκτα.Ἱππόλοχος δέ μʼ ἔτικτε, καὶ ἐκ τοῦ φημι γενέσθαι·πέμπε δέ μʼ ἐς Τροίην, καί μοι μάλα πόλλʼ ἐπέτελλεναἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων,μηδὲ γένος πατέρων αἰσχυνέμεν, οἳ μέγʼ ἄριστοιἔν τʼ Ἐφύρῃ ἐγένοντο καὶ ἐν Λυκίῃ εὐρείῃ.ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι.ὣς φάτο, γήθησεν δὲ βοὴν ἀγαθὸς Διομήδης·ἔγχος μὲν κατέπηξεν ἐπὶ χθονὶ πουλυβοτείρῃ,αὐτὰρ ὃ μειλιχίοισι προσηύδα ποιμένα λαῶν·ἦ ῥά νύ μοι ξεῖνος πατρώϊός ἐσσι παλαιός·Οἰνεὺς γάρ ποτε δῖος ἀμύμονα Βελλεροφόντηνξείνισʼ ἐνὶ μεγάροισιν ἐείκοσιν ἤματʼ ἐρύξας·οἳ δὲ καὶ ἀλλήλοισι πόρον ξεινήϊα καλά·Οἰνεὺς μὲν ζωστῆρα δίδου φοίνικι φαεινόν,Βελλεροφόντης δὲ χρύσεον δέπας ἀμφικύπελλονκαί μιν ἐγὼ κατέλειπον ἰὼν ἐν δώμασʼ ἐμοῖσι.Τυδέα δʼ οὐ μέμνημαι, ἐπεί μʼ ἔτι τυτθὸν ἐόντακάλλιφʼ, ὅτʼ ἐν Θήβῃσιν ἀπώλετο λαὸς Ἀχαιῶν.τὼ νῦν σοὶ μὲν ἐγὼ ξεῖνος φίλος Ἄργεϊ μέσσῳεἰμί, σὺ δʼ ἐν Λυκίῃ ὅτε κεν τῶν δῆμον ἵκωμαι.ἔγχεα δʼ ἀλλήλων ἀλεώμεθα καὶ διʼ ὁμίλου·πολλοὶ μὲν γὰρ ἐμοὶ Τρῶες κλειτοί τʼ ἐπίκουροικτείνειν ὅν κε θεός γε πόρῃ καὶ ποσσὶ κιχείω,πολλοὶ δʼ αὖ σοὶ Ἀχαιοὶ ἐναιρέμεν ὅν κε δύνηαι.τεύχεα δʼ ἀλλήλοις ἐπαμείψομεν, ὄφρα καὶ οἵδεγνῶσιν ὅτι ξεῖνοι πατρώϊοι εὐχόμεθʼ εἶναι.ὣς ἄρα φωνήσαντε καθʼ ἵππων ἀΐξαντεχεῖράς τʼ ἀλλήλων λαβέτην καὶ πιστώσαντο·ἔνθʼ αὖτε Γλαύκῳ Κρονίδης φρένας ἐξέλετο Ζεύς,ὃς πρὸς Τυδεΐδην Διομήδεα τεύχεʼ ἄμειβεχρύσεα χαλκείων, ἑκατόμβοιʼ ἐννεαβοίων.Ἕκτωρ δʼ ὡς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν,ἀμφʼ ἄρα μιν Τρώων ἄλοχοι θέον ἠδὲ θύγατρεςεἰρόμεναι παῖδάς τε κασιγνήτους τε ἔτας τεκαὶ πόσιας· ὃ δʼ ἔπειτα θεοῖς εὔχεσθαι ἀνώγει