κρυπταδίῃ φιλότητι μιγήμεναι· ἀλλὰ τὸν οὔ τιπεῖθʼ ἀγαθὰ φρονέοντα δαΐφρονα Βελλεροφόντην.ἣ δὲ ψευσαμένη Προῖτον βασιλῆα προσηύδα·τεθναίης ὦ Προῖτʼ, ἢ κάκτανε Βελλεροφόντην,ὅς μʼ ἔθελεν φιλότητι μιγήμεναι οὐκ ἐθελούσῃ.ὣς φάτο, τὸν δὲ ἄνακτα χόλος λάβεν οἷον ἄκουσε·κτεῖναι μέν ῥʼ ἀλέεινε, σεβάσσατο γὰρ τό γε θυμῷ,πέμπε δέ μιν Λυκίην δέ, πόρεν δʼ ὅ γε σήματα λυγρὰγράψας ἐν πίνακι πτυκτῷ θυμοφθόρα πολλά,δεῖξαι δʼ ἠνώγειν ᾧ πενθερῷ ὄφρʼ ἀπόλοιτο.αὐτὰρ ὁ βῆ Λυκίην δὲ θεῶν ὑπʼ ἀμύμονι πομπῇ.ἀλλʼ ὅτε δὴ Λυκίην ἷξε Ξάνθόν τε ῥέοντα,προφρονέως μιν τῖεν ἄναξ Λυκίης εὐρείης·ἐννῆμαρ ξείνισσε καὶ ἐννέα βοῦς ἱέρευσεν.ἀλλʼ ὅτε δὴ δεκάτη ἐφάνη ῥοδοδάκτυλος Ἠὼςκαὶ τότε μιν ἐρέεινε καὶ ᾔτεε σῆμα ἰδέσθαιὅττί ῥά οἱ γαμβροῖο πάρα Προίτοιο φέροιτο.αὐτὰρ ἐπεὶ δὴ σῆμα κακὸν παρεδέξατο γαμβροῦ,πρῶτον μέν ῥα Χίμαιραν ἀμαιμακέτην ἐκέλευσεπεφνέμεν· ἣ δʼ ἄρʼ ἔην θεῖον γένος οὐδʼ ἀνθρώπων,πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα,δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο,καὶ τὴν μὲν κατέπεφνε θεῶν τεράεσσι πιθήσας.δεύτερον αὖ Σολύμοισι μαχέσσατο κυδαλίμοισι·καρτίστην δὴ τήν γε μάχην φάτο δύμεναι ἀνδρῶν.τὸ τρίτον αὖ κατέπεφνεν Ἀμαζόνας ἀντιανείρας.τῷ δʼ ἄρʼ ἀνερχομένῳ πυκινὸν δόλον ἄλλον ὕφαινε·κρίνας ἐκ Λυκίης εὐρείης φῶτας ἀρίστουςεἷσε λόχον· τοὶ δʼ οὔ τι πάλιν οἶκον δὲ νέοντο·πάντας γὰρ κατέπεφνεν ἀμύμων Βελλεροφόντης.ἀλλʼ ὅτε δὴ γίγνωσκε θεοῦ γόνον ἠῢν ἐόντααὐτοῦ μιν κατέρυκε, δίδου δʼ ὅ γε θυγατέρα ἥν,δῶκε δέ οἱ τιμῆς βασιληΐδος ἥμισυ πάσης·καὶ μέν οἱ Λύκιοι τέμενος τάμον ἔξοχον ἄλλωνκαλὸν φυταλιῆς καὶ ἀρούρης, ὄφρα νέμοιτο.ἣ δʼ ἔτεκε τρία τέκνα δαΐφρονι ΒελλεροφόντῃἼσανδρόν τε καὶ Ἱππόλοχον καὶ Λαοδάμειαν.Λαοδαμείῃ μὲν παρελέξατο μητίετα Ζεύς,ἣ δʼ ἔτεκʼ ἀντίθεον Σαρπηδόνα χαλκοκορυστήν.ἀλλʼ ὅτε δὴ καὶ κεῖνος ἀπήχθετο πᾶσι θεοῖσιν,