οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντε,τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Διομήδης·τίς δὲ σύ ἐσσι φέριστε καταθνητῶν ἀνθρώπων;οὐ μὲν γάρ ποτʼ ὄπωπα μάχῃ ἔνι κυδιανείρῃτὸ πρίν· ἀτὰρ μὲν νῦν γε πολὺ προβέβηκας ἁπάντωνσῷ θάρσει, ὅ τʼ ἐμὸν δολιχόσκιον ἔγχος ἔμεινας·δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσιν.εἰ δέ τις ἀθανάτων γε κατʼ οὐρανοῦ εἰλήλουθας,οὐκ ἂν ἔγωγε θεοῖσιν ἐπουρανίοισι μαχοίμην.οὐδὲ γὰρ οὐδὲ Δρύαντος υἱὸς κρατερὸς Λυκόοργοςδὴν ἦν, ὅς ῥα θεοῖσιν ἐπουρανίοισιν ἔριζεν·ὅς ποτε μαινομένοιο Διωνύσοιο τιθήναςσεῦε κατʼ ἠγάθεον Νυσήϊον· αἳ δʼ ἅμα πᾶσαιθύσθλα χαμαὶ κατέχευαν ὑπʼ ἀνδροφόνοιο Λυκούργουθεινόμεναι βουπλῆγι· Διώνυσος δὲ φοβηθεὶςδύσεθʼ ἁλὸς κατὰ κῦμα, Θέτις δʼ ὑπεδέξατο κόλπῳδειδιότα· κρατερὸς γὰρ ἔχε τρόμος ἀνδρὸς ὁμοκλῇ.τῷ μὲν ἔπειτʼ ὀδύσαντο θεοὶ ῥεῖα ζώοντες,καί μιν τυφλὸν ἔθηκε Κρόνου πάϊς· οὐδʼ ἄρʼ ἔτι δὴνἦν, ἐπεὶ ἀθανάτοισιν ἀπήχθετο πᾶσι θεοῖσιν·οὐδʼ ἂν ἐγὼ μακάρεσσι θεοῖς ἐθέλοιμι μάχεσθαι.εἰ δέ τίς ἐσσι βροτῶν οἳ ἀρούρης καρπὸν ἔδουσιν,ἆσσον ἴθʼ ὥς κεν θᾶσσον ὀλέθρου πείραθʼ ἵκηαι.τὸν δʼ αὖθʼ Ἱππολόχοιο προσηύδα φαίδιμος υἱός·Τυδεΐδη μεγάθυμε τί ἢ γενεὴν ἐρεείνεις;οἵη περ φύλλων γενεὴ τοίη δὲ καὶ ἀνδρῶν.φύλλα τὰ μέν τʼ ἄνεμος χαμάδις χέει, ἄλλα δέ θʼ ὕλητηλεθόωσα φύει, ἔαρος δʼ ἐπιγίγνεται ὥρη·ὣς ἀνδρῶν γενεὴ ἣ μὲν φύει ἣ δʼ ἀπολήγει.εἰ δʼ ἐθέλεις καὶ ταῦτα δαήμεναι ὄφρʼ ἐῢ εἰδῇςἡμετέρην γενεήν, πολλοὶ δέ μιν ἄνδρες ἴσασιν·ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος ἱπποβότοιο,ἔνθα δὲ Σίσυφος ἔσκεν, ὃ κέρδιστος γένετʼ ἀνδρῶν,Σίσυφος Αἰολίδης· ὃ δʼ ἄρα Γλαῦκον τέκεθʼ υἱόν,αὐτὰρ Γλαῦκος τίκτεν ἀμύμονα Βελλεροφόντην·τῷ δὲ θεοὶ κάλλός τε καὶ ἠνορέην ἐρατεινὴνὤπασαν· αὐτάρ οἱ Προῖτος κακὰ μήσατο θυμῷ,ὅς ῥʼ ἐκ δήμου ἔλασσεν, ἐπεὶ πολὺ φέρτερος ἦεν,Ἀργείων· Ζεὺς γάρ οἱ ὑπὸ σκήπτρῳ ἐδάμασσε.τῷ δὲ γυνὴ Προίτου ἐπεμήνατο δῖʼ Ἄντεια