Τρώων δʼ οἰώθη καὶ Ἀχαιῶν φύλοπις αἰνή·πολλὰ δʼ ἄρʼ ἔνθα καὶ ἔνθʼ ἴθυσε μάχη πεδίοιοἀλλήλων ἰθυνομένων χαλκήρεα δοῦραμεσσηγὺς Σιμόεντος ἰδὲ Ξάνθοιο ῥοάων.Αἴας δὲ πρῶτος Τελαμώνιος ἕρκος ἈχαιῶνΤρώων ῥῆξε φάλαγγα, φόως δʼ ἑτάροισιν ἔθηκεν,ἄνδρα βαλὼν ὃς ἄριστος ἐνὶ Θρῄκεσσι τέτυκτουἱὸν Ἐϋσσώρου Ἀκάμαντʼ ἠΰν τε μέγαν τε.τόν ῥʼ ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης,ἐν δὲ μετώπῳ πῆξε, πέρησε δʼ ἄρʼ ὀστέον εἴσωαἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψεν.Ἄξυλον δʼ ἄρʼ ἔπεφνε βοὴν ἀγαθὸς ΔιομήδηςΤευθρανίδην, ὃς ἔναιεν ἐϋκτιμένῃ ἐν Ἀρίσβῃἀφνειὸς βιότοιο, φίλος δʼ ἦν ἀνθρώποισι.πάντας γὰρ φιλέεσκεν ὁδῷ ἔπι οἰκία ναίων.ἀλλά οἱ οὔ τις τῶν γε τότʼ ἤρκεσε λυγρὸν ὄλεθρονπρόσθεν ὑπαντιάσας, ἀλλʼ ἄμφω θυμὸν ἀπηύρααὐτὸν καὶ θεράποντα Καλήσιον, ὅς ῥα τόθʼ ἵππωνἔσκεν ὑφηνίοχος· τὼ δʼ ἄμφω γαῖαν ἐδύτην.Δρῆσον δʼ Εὐρύαλος καὶ Ὀφέλτιον ἐξενάριξε·βῆ δὲ μετʼ Αἴσηπον καὶ Πήδασον, οὕς ποτε νύμφηνηῒς Ἀβαρβαρέη τέκʼ ἀμύμονι Βουκολίωνι.Βουκολίων δʼ ἦν υἱὸς ἀγαυοῦ Λαομέδοντοςπρεσβύτατος γενεῇ, σκότιον δέ ἑ γείνατο μήτηρ·ποιμαίνων δʼ ἐπʼ ὄεσσι μίγη φιλότητι καὶ εὐνῇ,ἣ δʼ ὑποκυσαμένη διδυμάονε γείνατο παῖδε.καὶ μὲν τῶν ὑπέλυσε μένος καὶ φαίδιμα γυῖαΜηκιστηϊάδης καὶ ἀπʼ ὤμων τεύχεʼ ἐσύλα.Ἀστύαλον δʼ ἄρʼ ἔπεφνε μενεπτόλεμος Πολυποίτης·Πιδύτην δʼ Ὀδυσεὺς Περκώσιον ἐξενάριξενἔγχεϊ χαλκείῳ, Τεῦκρος δʼ Ἀρετάονα δῖον.Ἀντίλοχος δʼ Ἄβληρον ἐνήρατο δουρὶ φαεινῷΝεστορίδης, Ἔλατον δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων·ναῖε δὲ Σατνιόεντος ἐϋρρείταο παρʼ ὄχθαςΠήδασον αἰπεινήν. Φύλακον δʼ ἕλε Λήϊτος ἥρωςφεύγοντʼ· Εὐρύπυλος δὲ Μελάνθιον ἐξενάριξεν.Ἄδρηστον δʼ ἄρʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαοςζωὸν ἕλʼ· ἵππω γάρ οἱ ἀτυζομένω πεδίοιοὄζῳ ἔνι βλαφθέντε μυρικίνῳ ἀγκύλον ἅρμαἄξαντʼ ἐν πρώτῳ ῥυμῷ αὐτὼ μὲν ἐβήτην