ἣ νῦν Τυδέος υἱὸν ὑπερφίαλον Διομήδεαμαργαίνειν ἀνέηκεν ἐπʼ ἀθανάτοισι θεοῖσι.Κύπριδα μὲν πρῶτον σχεδὸν οὔτασε χεῖρʼ ἐπὶ καρπῷ,αὐτὰρ ἔπειτʼ αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος·ἀλλά μʼ ὑπήνεικαν ταχέες πόδες· ἦ τέ κε δηρὸναὐτοῦ πήματʼ ἔπασχον ἐν αἰνῇσιν νεκάδεσσιν,ἤ κε ζὼς ἀμενηνὸς ἔα χαλκοῖο τυπῇσι.τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη νεφεληγερέτα Ζεύς.μή τί μοι ἀλλοπρόσαλλε παρεζόμενος μινύριζε.ἔχθιστος δέ μοί ἐσσι θεῶν οἳ Ὄλυμπον ἔχουσιν·αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε.μητρός τοι μένος ἐστὶν ἀάσχετον οὐκ ἐπιεικτὸνἭρης· τὴν μὲν ἐγὼ σπουδῇ δάμνημʼ ἐπέεσσι·τώ σʼ ὀΐω κείνης τάδε πάσχειν ἐννεσίῃσιν.ἀλλʼ οὐ μάν σʼ ἔτι δηρὸν ἀνέξομαι ἄλγεʼ ἔχοντα·ἐκ γὰρ ἐμεῦ γένος ἐσσί, ἐμοὶ δέ σε γείνατο μήτηρ·εἰ δέ τευ ἐξ ἄλλου γε θεῶν γένευ ὧδʼ ἀΐδηλοςκαί κεν δὴ πάλαι ἦσθα ἐνέρτερος Οὐρανιώνων.ὣς φάτο, καὶ Παιήονʼ ἀνώγειν ἰήσασθαι.τῷ δʼ ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσωνἠκέσατʼ· οὐ μὲν γάρ τι καταθνητός γʼ ἐτέτυκτο.ὡς δʼ ὅτʼ ὀπὸς γάλα λευκὸν ἐπειγόμενος συνέπηξενὑγρὸν ἐόν, μάλα δʼ ὦκα περιτρέφεται κυκόωντι,ὣς ἄρα καρπαλίμως ἰήσατο θοῦρον Ἄρηα.τὸν δʼ Ἥβη λοῦσεν, χαρίεντα δὲ εἵματα ἕσσε·πὰρ δὲ Διὶ Κρονίωνι καθέζετο κύδεϊ γαίων.αἳ δʼ αὖτις πρὸς δῶμα Διὸς μεγάλοιο νέοντοἭρη τʼ Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνηπαύσασαι βροτολοιγὸν Ἄρηʼ ἀνδροκτασιάων.