αὐτίκʼ ἐπʼ Ἄρηϊ πρώτῳ ἔχε μώνυχας ἵππους.ἤτοι ὃ μὲν Περίφαντα πελώριον ἐξενάριζενΑἰτωλῶν ὄχʼ ἄριστον Ὀχησίου ἀγλαὸν υἱόν·τὸν μὲν Ἄρης ἐνάριζε μιαιφόνος· αὐτὰρ Ἀθήνηδῦνʼ Ἄϊδος κυνέην, μή μιν ἴδοι ὄβριμος Ἄρης.ὡς δὲ ἴδε βροτολοιγὸς Ἄρης Διομήδεα δῖον,ἤτοι ὃ μὲν Περίφαντα πελώριον αὐτόθʼ ἔασεκεῖσθαι ὅθι πρῶτον κτείνων ἐξαίνυτο θυμόν,αὐτὰρ ὃ βῆ ῥʼ ἰθὺς Διομήδεος ἱπποδάμοιο.οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,πρόσθεν Ἄρης ὠρέξαθʼ ὑπὲρ ζυγὸν ἡνία θʼ ἵππωνἔγχεϊ χαλκείῳ μεμαὼς ἀπὸ θυμὸν ἑλέσθαι·καὶ τό γε χειρὶ λαβοῦσα θεὰ γλαυκῶπις Ἀθήνηὦσεν ὑπὲκ δίφροιο ἐτώσιον ἀϊχθῆναι.δεύτερος αὖθʼ ὡρμᾶτο βοὴν ἀγαθὸς Διομήδηςἔγχεϊ χαλκείῳ· ἐπέρεισε δὲ Παλλὰς Ἀθήνηνείατον ἐς κενεῶνα ὅθι ζωννύσκετο μίτρῃ·τῇ ῥά μιν οὖτα τυχών, διὰ δὲ χρόα καλὸν ἔδαψεν,ἐκ δὲ δόρυ σπάσεν αὖτις· ὃ δʼ ἔβραχε χάλκεος Ἄρηςὅσσόν τʼ ἐννεάχιλοι ἐπίαχον ἢ δεκάχιλοιἀνέρες ἐν πολέμῳ ἔριδα ξυνάγοντες Ἄρηος.τοὺς δʼ ἄρʼ ὑπὸ τρόμος εἷλεν Ἀχαιούς τε Τρῶάς τεδείσαντας· τόσον ἔβραχʼ Ἄρης ἆτος πολέμοιο.οἵη δʼ ἐκ νεφέων ἐρεβεννὴ φαίνεται ἀὴρκαύματος ἐξ ἀνέμοιο δυσαέος ὀρνυμένοιο,τοῖος Τυδεΐδῃ Διομήδεϊ χάλκεος Ἄρηςφαίνεθʼ ὁμοῦ νεφέεσσιν ἰὼν εἰς οὐρανὸν εὐρύν.καρπαλίμως δʼ ἵκανε θεῶν ἕδος αἰπὺν Ὄλυμπον,πὰρ δὲ Διὶ Κρονίωνι καθέζετο θυμὸν ἀχεύων,δεῖξεν δʼ ἄμβροτον αἷμα καταρρέον ἐξ ὠτειλῆς,καί ῥʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·Ζεῦ πάτερ οὐ νεμεσίζῃ ὁρῶν τάδε καρτερὰ ἔργα;αἰεί τοι ῥίγιστα θεοὶ τετληότες εἰμὲνἀλλήλων ἰότητι, χάριν ἄνδρεσσι φέροντες.σοὶ πάντες μαχόμεσθα· σὺ γὰρ τέκες ἄφρονα κούρηνοὐλομένην, ᾗ τʼ αἰὲν ἀήσυλα ἔργα μέμηλεν.ἄλλοι μὲν γὰρ πάντες ὅσοι θεοί εἰσʼ ἐν Ὀλύμπῳσοί τʼ ἐπιπείθονται καὶ δεδμήμεσθα ἕκαστος·ταύτην δʼ οὔτʼ ἔπεϊ προτιβάλλεαι οὔτέ τι ἔργῳ,ἀλλʼ ἀνιεῖς, ἐπεὶ αὐτὸς ἐγείναο παῖδʼ ἀΐδηλον·