φασγάνῳ ἀΐξας, ἀπὸ δʼ ἔξεσε χεῖρα βαρεῖαν·αἱματόεσσα δὲ χεὶρ πεδίῳ πέσε· τὸν δὲ κατʼ ὄσσεἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.ὣς οἳ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην·Τυδεΐδην δʼ οὐκ ἂν γνοίης ποτέροισι μετείηἠὲ μετὰ Τρώεσσιν ὁμιλέοι ἦ μετʼ Ἀχαιοῖς.θῦνε γὰρ ἂμ πεδίον ποταμῷ πλήθοντι ἐοικὼςχειμάρρῳ, ὅς τʼ ὦκα ῥέων ἐκέδασσε γεφύρας·τὸν δʼ οὔτʼ ἄρ τε γέφυραι ἐεργμέναι ἰσχανόωσιν,οὔτʼ ἄρα ἕρκεα ἴσχει ἀλωάων ἐριθηλέωνἐλθόντʼ ἐξαπίνης ὅτʼ ἐπιβρίσῃ Διὸς ὄμβρος·πολλὰ δʼ ὑπʼ αὐτοῦ ἔργα κατήριπε κάλʼ αἰζηῶν·ὣς ὑπὸ Τυδεΐδῃ πυκιναὶ κλονέοντο φάλαγγεςΤρώων, οὐδʼ ἄρα μιν μίμνον πολέες περ ἐόντες.τὸν δʼ ὡς οὖν ἐνόησε Λυκάονος ἀγλαὸς υἱὸςθύνοντʼ ἂμ πεδίον πρὸ ἕθεν κλονέοντα φάλαγγας,αἶψʼ ἐπὶ Τυδεΐδῃ ἐτιταίνετο καμπύλα τόξα,καὶ βάλʼ ἐπαΐσσοντα τυχὼν κατὰ δεξιὸν ὦμονθώρηκος γύαλον· διὰ δʼ ἔπτατο πικρὸς ὀϊστός,ἀντικρὺ δὲ διέσχε, παλάσσετο δʼ αἵματι θώρηξ.τῷ δʼ ἐπὶ μακρὸν ἄϋσε Λυκάονος ἀγλαὸς υἱός·ὄρνυσθε Τρῶες μεγάθυμοι κέντορες ἵππων·βέβληται γὰρ ἄριστος Ἀχαιῶν, οὐδέ ἕ φημιδήθʼ ἀνσχήσεσθαι κρατερὸν βέλος, εἰ ἐτεόν μεὦρσεν ἄναξ Διὸς υἱὸς ἀπορνύμενον Λυκίηθεν.ὣς ἔφατʼ εὐχόμενος· τὸν δʼ οὐ βέλος ὠκὺ δάμασσεν,ἀλλʼ ἀναχωρήσας πρόσθʼ ἵπποιιν καὶ ὄχεσφινἔστη, καὶ Σθένελον προσέφη Καπανήϊον υἱόν·ὄρσο πέπον Καπανηϊάδη, καταβήσεο δίφρου,ὄφρά μοι ἐξ ὤμοιο ἐρύσσῃς πικρὸν ὀϊστόν.ὣς ἄρʼ ἔφη, Σθένελος δὲ καθʼ ἵππων ἆλτο χαμᾶζε,πὰρ δὲ στὰς βέλος ὠκὺ διαμπερὲς ἐξέρυσʼ ὤμου·αἷμα δʼ ἀνηκόντιζε διὰ στρεπτοῖο χιτῶνος.δὴ τότʼ ἔπειτʼ ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης·κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,εἴ ποτέ μοι καὶ πατρὶ φίλα φρονέουσα παρέστηςδηΐῳ ἐν πολέμῳ, νῦν αὖτʼ ἐμὲ φῖλαι Ἀθήνη·δὸς δέ τέ μʼ ἄνδρα ἑλεῖν καὶ ἐς ὁρμὴν ἔγχεος ἐλθεῖνὅς μʼ ἔβαλε φθάμενος καὶ ἐπεύχεται, οὐδέ μέ φησιδηρὸν ἔτʼ ὄψεσθαι λαμπρὸν φάος ἠελίοιο.