Τυδεύς τοι μικρὸς μὲν ἔην δέμας, ἀλλὰ μαχητής·καί ῥʼ ὅτε πέρ μιν ἐγὼ πολεμίζειν οὐκ εἴασκονοὐδʼ ἐκπαιφάσσειν, ὅτε τʼ ἤλυθε νόσφιν Ἀχαιῶνἄγγελος ἐς Θήβας πολέας μετὰ Καδμείωνας·δαίνυσθαί μιν ἄνωγον ἐνὶ μεγάροισιν ἕκηλον·αὐτὰρ ὃ θυμὸν ἔχων ὃν καρτερὸν ὡς τὸ πάρος περκούρους Καδμείων προκαλίζετο, πάντα δʼ ἐνίκαῥηϊδίως· τοίη οἱ ἐγὼν ἐπιτάρροθος ἦα.σοὶ δʼ ἤτοι μὲν ἐγὼ παρά θʼ ἵσταμαι ἠδὲ φυλάσσω,καί σε προφρονέως κέλομαι Τρώεσσι μάχεσθαι·ἀλλά σευ ἢ κάματος πολυᾶϊξ γυῖα δέδυκενἤ νύ σέ που δέος ἴσχει ἀκήριον· οὐ σύ γʼ ἔπειταΤυδέος ἔκγονός ἐσσι δαΐφρονος Οἰνεΐδαο.τὴν δʼ ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδης·γιγνώσκω σε θεὰ θύγατερ Διὸς αἰγιόχοιο·τώ τοι προφρονέως ἐρέω ἔπος οὐδʼ ἐπικεύσω.οὔτέ τί με δέος ἴσχει ἀκήριον οὔτέ τις ὄκνος,ἀλλʼ ἔτι σέων μέμνημαι ἐφετμέων ἃς ἐπέτειλας·οὔ μʼ εἴας μακάρεσσι θεοῖς ἀντικρὺ μάχεσθαιτοῖς ἄλλοις· ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτηἔλθῃσʼ ἐς πόλεμον, τήν γʼ οὐτάμεν ὀξέϊ χαλκῷ.τοὔνεκα νῦν αὐτός τʼ ἀναχάζομαι ἠδὲ καὶ ἄλλουςἈργείους ἐκέλευσα ἀλήμεναι ἐνθάδε πάντας·γιγνώσκω γὰρ Ἄρηα μάχην ἀνὰ κοιρανέοντα.τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷμήτε σύ γʼ Ἄρηα τό γε δείδιθι μήτε τινʼ ἄλλονἀθανάτων, τοίη τοι ἐγὼν ἐπιτάρροθός εἰμι·ἀλλʼ ἄγʼ ἐπʼ Ἄρηϊ πρώτῳ ἔχε μώνυχας ἵππους,τύψον δὲ σχεδίην μηδʼ ἅζεο θοῦρον Ἄρηατοῦτον μαινόμενον, τυκτὸν κακόν, ἀλλοπρόσαλλον,ὃς πρῴην μὲν ἐμοί τε καὶ Ἥρῃ στεῦτʼ ἀγορεύωνΤρωσὶ μαχήσεσθαι, ἀτὰρ Ἀργείοισιν ἀρήξειν,νῦν δὲ μετὰ Τρώεσσιν ὁμιλεῖ, τῶν δὲ λέλασται.ὣς φαμένη Σθένελον μὲν ἀφʼ ἵππων ὦσε χαμᾶζε,χειρὶ πάλιν ἐρύσασʼ, ὃ δʼ ἄρʼ ἐμμαπέως ἀπόρουσεν·ἣ δʼ ἐς δίφρον ἔβαινε παραὶ Διομήδεα δῖονἐμμεμαυῖα θεά· μέγα δʼ ἔβραχε φήγινος ἄξωνβριθοσύνῃ· δεινὴν γὰρ ἄγεν θεὸν ἄνδρά τʼ ἄριστον.λάζετο δὲ μάστιγα καὶ ἡνία Παλλὰς Ἀθήνη·