ἄφρονα τοῦτον ἀνέντες, ὃς οὔ τινα οἶδε θέμιστα;Ζεῦ πάτερ ἦ ῥά τί μοι κεχολώσεαι, αἴ κεν Ἄρηαλυγρῶς πεπληγυῖα μάχης ἐξαποδίωμαι;τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·ἄγρει μάν οἱ ἔπορσον Ἀθηναίην ἀγελείην,ἥ ἑ μάλιστʼ εἴωθε κακῇς ὀδύνῃσι πελάζειν.ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ λευκώλενος Ἥρη,μάστιξεν δʼ ἵππους· τὼ δʼ οὐκ ἀέκοντε πετέσθηνμεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος.ὅσσον δʼ ἠεροειδὲς ἀνὴρ ἴδεν ὀφθαλμοῖσινἥμενος ἐν σκοπιῇ, λεύσσων ἐπὶ οἴνοπα πόντον,τόσσον ἐπιθρῴσκουσι θεῶν ὑψηχέες ἵπποι.ἀλλʼ ὅτε δὴ Τροίην ἷξον ποταμώ τε ῥέοντε,ἧχι ῥοὰς Σιμόεις συμβάλλετον ἠδὲ Σκάμανδρος,ἔνθʼ ἵππους ἔστησε θεὰ λευκώλενος Ἥρηλύσασʼ ἐξ ὀχέων, περὶ δʼ ἠέρα πουλὺν ἔχευε·τοῖσιν δʼ ἀμβροσίην Σιμόεις ἀνέτειλε νέμεσθαι.αἳ δὲ βάτην τρήρωσι πελειάσιν ἴθμαθʼ ὁμοῖαιἀνδράσιν Ἀργείοισιν ἀλεξέμεναι μεμαυῖαι·ἀλλʼ ὅτε δή ῥʼ ἵκανον ὅθι πλεῖστοι καὶ ἄριστοιἕστασαν ἀμφὶ βίην Διομήδεος ἱπποδάμοιοεἰλόμενοι λείουσιν ἐοικότες ὠμοφάγοισινἢ συσὶ κάπροισιν, τῶν τε σθένος οὐκ ἀλαπαδνόν,ἔνθα στᾶσʼ ἤϋσε θεὰ λευκώλενος ἭρηΣτέντορι εἰσαμένη μεγαλήτορι χαλκεοφώνῳ,ὃς τόσον αὐδήσασχʼ ὅσον ἄλλοι πεντήκοντα·αἰδὼς Ἀργεῖοι κάκʼ ἐλέγχεα εἶδος ἀγητοί·ὄφρα μὲν ἐς πόλεμον πωλέσκετο δῖος Ἀχιλλεύς,οὐδέ ποτε Τρῶες πρὸ πυλάων Δαρδανιάωνοἴχνεσκον· κείνου γὰρ ἐδείδισαν ὄβριμον ἔγχος·νῦν δὲ ἑκὰς πόλιος κοίλῃς ἐπὶ νηυσὶ μάχονται.ὣς εἰποῦσʼ ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.Τυδεΐδῃ δʼ ἐπόρουσε θεὰ γλαυκῶπις Ἀθήνη·εὗρε δὲ τόν γε ἄνακτα παρʼ ἵπποισιν καὶ ὄχεσφινἕλκος ἀναψύχοντα τό μιν βάλε Πάνδαρος ἰῷ.ἱδρὼς γάρ μιν ἔτειρεν ὑπὸ πλατέος τελαμῶνοςἀσπίδος εὐκύκλου· τῷ τείρετο, κάμνε δὲ χεῖρα,ἂν δʼ ἴσχων τελαμῶνα κελαινεφὲς αἷμʼ ἀπομόργνυ.ἱππείου δὲ θεὰ ζυγοῦ ἥψατο φώνησέν τε·ἦ ὀλίγον οἷ παῖδα ἐοικότα γείνατο Τυδεύς.