Ἥρη πρέσβα θεὰ θυγάτηρ μεγάλοιο Κρόνοιο·Ἥβη δʼ ἀμφʼ ὀχέεσσι θοῶς βάλε καμπύλα κύκλαχάλκεα ὀκτάκνημα σιδηρέῳ ἄξονι ἀμφίς.τῶν ἤτοι χρυσέη ἴτυς ἄφθιτος, αὐτὰρ ὕπερθεχάλκεʼ ἐπίσσωτρα προσαρηρότα, θαῦμα ἰδέσθαι·πλῆμναι δʼ ἀργύρου εἰσὶ περίδρομοι ἀμφοτέρωθεν·δίφρος δὲ χρυσέοισι καὶ ἀργυρέοισιν ἱμᾶσινἐντέταται, δοιαὶ δὲ περίδρομοι ἄντυγές εἰσι.τοῦ δʼ ἐξ ἀργύρεος ῥυμὸς πέλεν· αὐτὰρ ἐπʼ ἄκρῳδῆσε χρύσειον καλὸν ζυγόν, ἐν δὲ λέπαδνακάλʼ ἔβαλε χρύσειʼ· ὑπὸ δὲ ζυγὸν ἤγαγεν Ἥρηἵππους ὠκύποδας, μεμαυῖʼ ἔριδος καὶ ἀϋτῆς.αὐτὰρ Ἀθηναίη κούρη Διὸς αἰγιόχοιοπέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπʼ οὔδειποικίλον, ὅν ῥʼ αὐτὴ ποιήσατο καὶ κάμε χερσίν·ἣ δὲ χιτῶνʼ ἐνδῦσα Διὸς νεφεληγερέταοτεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα.ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετʼ αἰγίδα θυσσανόεσσανδεινήν, ἣν περὶ μὲν πάντῃ Φόβος ἐστεφάνωται,ἐν δʼ Ἔρις, ἐν δʼ Ἀλκή, ἐν δὲ κρυόεσσα Ἰωκή,ἐν δέ τε Γοργείη κεφαλὴ δεινοῖο πελώρουδεινή τε σμερδνή τε, Διὸς τέρας αἰγιόχοιο.κρατὶ δʼ ἐπʼ ἀμφίφαλον κυνέην θέτο τετραφάληρονχρυσείην, ἑκατὸν πολίων πρυλέεσσʼ ἀραρυῖαν·ἐς δʼ ὄχεα φλόγεα ποσὶ βήσετο, λάζετο δʼ ἔγχοςβριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶνἡρώων, οἷσίν τε κοτέσσεται ὀβριμοπάτρη.Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετʼ ἄρʼ ἵππους·αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ ἃς ἔχον Ὧραι,τῇς ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπός τεἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδʼ ἐπιθεῖναι.τῇ ῥα διʼ αὐτάων κεντρηνεκέας ἔχον ἵππους·εὗρον δὲ Κρονίωνα θεῶν ἄτερ ἥμενον ἄλλωνἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο.ἔνθʼ ἵππους στήσασα θεὰ λευκώλενος ἭρηΖῆνʼ ὕπατον Κρονίδην ἐξείρετο καὶ προσέειπε·Ζεῦ πάτερ οὐ νεμεσίζῃ Ἄρῃ τάδε καρτερὰ ἔργαὁσσάτιόν τε καὶ οἷον ἀπώλεσε λαὸν Ἀχαιῶνμὰψ ἀτὰρ οὐ κατὰ κόσμον ἐμοὶ δʼ ἄχος, οἳ δὲ ἕκηλοιτέρπονται Κύπρίς τε καὶ ἀργυρότοξος Ἀπόλλων