βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷδεῖμα φέρων Δαναοῖσι· χάρη δʼ ἄρα οἱ προσιόντιΣαρπηδὼν Διὸς υἱός, ἔπος δʼ ὀλοφυδνὸν ἔειπε·Πριαμίδη, μὴ δή με ἕλωρ Δαναοῖσιν ἐάσῃςκεῖσθαι, ἀλλʼ ἐπάμυνον· ἔπειτά με καὶ λίποι αἰὼνἐν πόλει ὑμετέρῃ, ἐπεὶ οὐκ ἄρʼ ἔμελλον ἔγωγενοστήσας οἶκον δὲ φίλην ἐς πατρίδα γαῖανεὐφρανέειν ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν.ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη κορυθαίολος Ἕκτωρ,ἀλλὰ παρήϊξεν λελιημένος ὄφρα τάχισταὤσαιτʼ Ἀργείους, πολέων δʼ ἀπὸ θυμὸν ἕλοιτο.οἳ μὲν ἄρʼ ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροιεἷσαν ὑπʼ αἰγιόχοιο Διὸς περικαλλέϊ φηγῷ·ἐκ δʼ ἄρα οἱ μηροῦ δόρυ μείλινον ὦσε θύραζεἴφθιμος Πελάγων, ὅς οἱ φίλος ἦεν ἑταῖρος.τὸν δʼ ἔλιπε ψυχή, κατὰ δʼ ὀφθαλμῶν κέχυτʼ ἀχλύς·αὖτις δʼ ἐμπνύνθη, περὶ δὲ πνοιὴ Βορέαοζώγρει ἐπιπνείουσα κακῶς κεκαφηότα θυμόν.Ἀργεῖοι δʼ ὑπʼ Ἄρηϊ καὶ Ἕκτορι χαλκοκορυστῇοὔτε ποτὲ προτρέποντο μελαινάων ἐπὶ νηῶνοὔτε ποτʼ ἀντεφέροντο μάχῃ, ἀλλʼ αἰὲν ὀπίσσωχάζονθʼ, ὡς ἐπύθοντο μετὰ Τρώεσσιν Ἄρηα.ἔνθα τίνα πρῶτον τίνα δʼ ὕστατον ἐξενάριξανἝκτωρ τε Πριάμοιο πάϊς καὶ χάλκεος Ἄρης;ἀντίθεον Τεύθραντʼ, ἐπὶ δὲ πλήξιππον Ὀρέστην,Τρῆχόν τʼ αἰχμητὴν Αἰτώλιον Οἰνόμαόν τε,Οἰνοπίδην θʼ Ἕλενον καὶ Ὀρέσβιον αἰολομίτρην,ὅς ῥʼ ἐν Ὕλῃ ναίεσκε μέγα πλούτοιο μεμηλώς,λίμνῃ κεκλιμένος Κηφισίδι· πὰρ δέ οἱ ἄλλοιναῖον Βοιωτοὶ μάλα πίονα δῆμον ἔχοντες.τοὺς δʼ ὡς οὖν ἐνόησε θεὰ λευκώλενος ἭρηἈργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ,αὐτίκʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,ἦ ῥʼ ἅλιον τὸν μῦθον ὑπέστημεν ΜενελάῳἼλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι,εἰ οὕτω μαίνεσθαι ἐάσομεν οὖλον Ἄρηα.ἀλλʼ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς.ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη.ἣ μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵππους