ἓξ οἴῃς σὺν νηυσὶ καὶ ἀνδράσι παυροτέροισινἸλίου ἐξαλάπαξε πόλιν, χήρωσε δʼ ἀγυιάς·σοὶ δὲ κακὸς μὲν θυμός, ἀποφθινύθουσι δὲ λαοί.οὐδέ τί σε Τρώεσσιν ὀΐομαι ἄλκαρ ἔσεσθαιἐλθόντʼ ἐκ Λυκίης, οὐδʼ εἰ μάλα καρτερός ἐσσι,ἀλλʼ ὑπʼ ἐμοὶ δμηθέντα πύλας Ἀΐδαο περήσειν.τὸν δʼ αὖ Σαρπηδὼν Λυκίων ἀγὸς ἀντίον ηὔδα·Τληπόλεμʼ ἤτοι κεῖνος ἀπώλεσεν Ἴλιον ἱρὴνἀνέρος ἀφραδίῃσιν ἀγαυοῦ Λαομέδοντος,ὅς ῥά μιν εὖ ἕρξαντα κακῷ ἠνίπαπε μύθῳ,οὐδʼ ἀπέδωχʼ ἵππους, ὧν εἵνεκα τηλόθεν ἦλθε.σοὶ δʼ ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαινανἐξ ἐμέθεν τεύξεσθαι, ἐμῷ δʼ ὑπὸ δουρὶ δαμένταεὖχος ἐμοὶ δώσειν, ψυχὴν δʼ Ἄϊδι κλυτοπώλῳ.ὣς φάτο Σαρπηδών, ὃ δʼ ἀνέσχετο μείλινον ἔγχοςΤληπόλεμος· καὶ τῶν μὲν ἁμαρτῇ δούρατα μακρὰἐκ χειρῶν ἤϊξαν· ὃ μὲν βάλεν αὐχένα μέσσονΣαρπηδών, αἰχμὴ δὲ διαμπερὲς ἦλθʼ ἀλεγεινή·τὸν δὲ κατʼ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψε.Τληπόλεμος δʼ ἄρα μηρὸν ἀριστερὸν ἔγχεϊ μακρῷβεβλήκειν, αἰχμὴ δὲ διέσσυτο μαιμώωσαὀστέω ἐγχριμφθεῖσα, πατὴρ δʼ ἔτι λοιγὸν ἄμυνεν.οἳ μὲν ἄρʼ ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροιἐξέφερον πολέμοιο· βάρυνε δέ μιν δόρυ μακρὸνἑλκόμενον· τὸ μὲν οὔ τις ἐπεφράσατʼ οὐδὲ νόησεμηροῦ ἐξερύσαι δόρυ μείλινον ὄφρʼ ἐπιβαίησπευδόντων· τοῖον γὰρ ἔχον πόνον ἀμφιέποντες.Τληπόλεμον δʼ ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶἐξέφερον πολέμοιο· νόησε δὲ δῖος Ὀδυσσεὺςτλήμονα θυμὸν ἔχων, μαίμησε δέ οἱ φίλον ἦτορ·μερμήριξε δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸνἢ προτέρω Διὸς υἱὸν ἐριγδούποιο διώκοι,ἦ ὅ γε τῶν πλεόνων Λυκίων ἀπὸ θυμὸν ἕλοιτο.οὐδʼ ἄρʼ Ὀδυσσῆϊ μεγαλήτορι μόρσιμον ἦενἴφθιμον Διὸς υἱὸν ἀποκτάμεν ὀξέϊ χαλκῷ·τώ ῥα κατὰ πληθὺν Λυκίων τράπε θυμὸν Ἀθήνη.ἔνθʼ ὅ γε Κοίρανον εἷλεν Ἀλάστορά τε Χρομίον τεἌλκανδρόν θʼ Ἅλιόν τε Νοήμονά τε Πρύτανίν τε.καί νύ κʼ ἔτι πλέονας Λυκίων κτάνε δῖος Ὀδυσσεὺςεἰ μὴ ἄρʼ ὀξὺ νόησε μέγας κορυθαίολος Ἕκτωρ·