τὼ δὲ πεσόντʼ ἐλέησεν ἀρηΐφιλος Μενέλαος,βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷσείων ἐγχείην· τοῦ δʼ ὄτρυνεν μένος Ἄρης,τὰ φρονέων ἵνα χερσὶν ὑπʼ Αἰνείαο δαμείη.τὸν δʼ ἴδεν Ἀντίλοχος μεγαθύμου Νέστορος υἱός,βῆ δὲ διὰ προμάχων· περὶ γὰρ δίε ποιμένι λαῶνμή τι πάθοι, μέγα δέ σφας ἀποσφήλειε πόνοιο.τὼ μὲν δὴ χεῖράς τε καὶ ἔγχεα ὀξυόενταἀντίον ἀλλήλων ἐχέτην μεμαῶτε μάχεσθαι·Ἀντίλοχος δὲ μάλʼ ἄγχι παρίστατο ποιμένι λαῶν.Αἰνείας δʼ οὐ μεῖνε θοός περ ἐὼν πολεμιστὴςὡς εἶδεν δύο φῶτε παρʼ ἀλλήλοισι μένοντε.οἳ δʼ ἐπεὶ οὖν νεκροὺς ἔρυσαν μετὰ λαὸν Ἀχαιῶν,τὼ μὲν ἄρα δειλὼ βαλέτην ἐν χερσὶν ἑταίρων,αὐτὼ δὲ στρεφθέντε μετὰ πρώτοισι μαχέσθην.ἔνθα Πυλαιμένεα ἑλέτην ἀτάλαντον Ἄρηϊἀρχὸν Παφλαγόνων μεγαθύμων ἀσπιστάων.τὸν μὲν ἄρʼ Ἀτρεΐδης δουρικλειτὸς Μενέλαοςἑσταότʼ ἔγχεϊ νύξε κατὰ κληῗδα τυχήσας·Ἀντίλοχος δὲ Μύδωνα βάλʼ ἡνίοχον θεράπονταἐσθλὸν Ἀτυμνιάδην· ὃ δʼ ὑπέστρεφε μώνυχας ἵππους·χερμαδίῳ ἀγκῶνα τυχὼν μέσον· ἐκ δʼ ἄρα χειρῶνἡνία λεύκʼ ἐλέφαντι χαμαὶ πέσον ἐν κονίῃσιν.Ἀντίλοχος δʼ ἄρʼ ἐπαΐξας ξίφει ἤλασε κόρσην·αὐτὰρ ὅ γʼ ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρουκύμβαχος ἐν κονίῃσιν ἐπὶ βρεχμόν τε καὶ ὤμους.δηθὰ μάλʼ ἑστήκει· τύχε γάρ ῥʼ ἀμάθοιο βαθείης·ὄφρʼ ἵππω πλήξαντε χαμαὶ βάλον ἐν κονίῃσι·τοὺς ἵμασʼ Ἀντίλοχος, μετὰ δὲ στρατὸν ἤλασʼ Ἀχαιῶν.τοὺς δʼ Ἕκτωρ ἐνόησε κατὰ στίχας, ὦρτο δʼ ἐπʼ αὐτοὺςκεκλήγων· ἅμα δὲ Τρώων εἵποντο φάλαγγεςκαρτεραί· ἦρχε δʼ ἄρα σφιν Ἄρης καὶ πότνιʼ Ἐνυώ,ἣ μὲν ἔχουσα Κυδοιμὸν ἀναιδέα δηϊοτῆτος,Ἄρης δʼ ἐν παλάμῃσι πελώριον ἔγχος ἐνώμα,φοίτα δʼ ἄλλοτε μὲν πρόσθʼ Ἕκτορος, ἄλλοτʼ ὄπισθε.τὸν δὲ ἰδὼν ῥίγησε βοὴν ἀγαθὸς Διομήδης·ὡς δʼ ὅτʼ ἀνὴρ ἀπάλαμνος ἰὼν πολέος πεδίοιοστήῃ ἐπʼ ὠκυρόῳ ποταμῷ ἅλα δὲ προρέοντιἀφρῷ μορμύροντα ἰδών, ἀνά τʼ ἔδραμʼ ὀπίσσω,ὣς τότε Τυδεΐδης ἀνεχάζετο, εἶπέ τε λαῷ·