οὔτε βίας Τρώων ὑπεδείδισαν οὔτε ἰωκάς,ἀλλʼ ἔμενον νεφέλῃσιν ἐοικότες ἅς τε Κρονίωννηνεμίης ἔστησεν ἐπʼ ἀκροπόλοισιν ὄρεσσινἀτρέμας, ὄφρʼ εὕδῃσι μένος Βορέαο καὶ ἄλλωνζαχρειῶν ἀνέμων, οἵ τε νέφεα σκιόενταπνοιῇσιν λιγυρῇσι διασκιδνᾶσιν ἀέντες·ὣς Δαναοὶ Τρῶας μένον ἔμπεδον οὐδὲ φέβοντο.Ἀτρεΐδης δʼ ἀνʼ ὅμιλον ἐφοίτα πολλὰ κελεύων·ὦ φίλοι ἀνέρες ἔστε καὶ ἄλκιμον ἦτορ ἕλεσθε,ἀλλήλους τʼ αἰδεῖσθε κατὰ κρατερὰς ὑσμίνας·αἰδομένων ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται·φευγόντων δʼ οὔτʼ ἂρ κλέος ὄρνυται οὔτε τις ἀλκή.ἦ καὶ ἀκόντισε δουρὶ θοῶς, βάλε δὲ πρόμον ἄνδραΑἰνείω ἕταρον μεγαθύμου ΔηϊκόωνταΠεργασίδην, ὃν Τρῶες ὁμῶς Πριάμοιο τέκεσσιτῖον, ἐπεὶ θοὸς ἔσκε μετὰ πρώτοισι μάχεσθαι.τόν ῥα κατʼ ἀσπίδα δουρὶ βάλε κρείων Ἀγαμέμνων·ἣ δʼ οὐκ ἔγχος ἔρυτο, διὰ πρὸ δὲ εἴσατο χαλκός,νειαίρῃ δʼ ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσε·δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.ἔνθʼ αὖτʼ Αἰνείας Δαναῶν ἕλεν ἄνδρας ἀρίστουςυἷε Διοκλῆος Κρήθωνά τε Ὀρσίλοχόν τε,τῶν ῥα πατὴρ μὲν ἔναιεν ἐϋκτιμένῃ ἐνὶ Φηρῇἀφνειὸς βιότοιο, γένος δʼ ἦν ἐκ ποταμοῖοἈλφειοῦ, ὅς τʼ εὐρὺ ῥέει Πυλίων διὰ γαίης,ὃς τέκετʼ Ὀρτίλοχον πολέεσσʼ ἄνδρεσσιν ἄνακτα·Ὀρτίλοχος δʼ ἄρʼ ἔτικτε Διοκλῆα μεγάθυμον,ἐκ δὲ Διοκλῆος διδυμάονε παῖδε γενέσθην,Κρήθων Ὀρσίλοχός τε μάχης εὖ εἰδότε πάσης.τὼ μὲν ἄρʼ ἡβήσαντε μελαινάων ἐπὶ νηῶνἼλιον εἰς εὔπωλον ἅμʼ Ἀργείοισιν ἑπέσθην,τιμὴν Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳἀρνυμένω· τὼ δʼ αὖθι τέλος θανάτοιο κάλυψεν.οἵω τώ γε λέοντε δύω ὄρεος κορυφῇσινἐτραφέτην ὑπὸ μητρὶ βαθείης τάρφεσιν ὕλης·τὼ μὲν ἄρʼ ἁρπάζοντε βόας καὶ ἴφια μῆλασταθμοὺς ἀνθρώπων κεραΐζετον, ὄφρα καὶ αὐτὼἀνδρῶν ἐν παλάμῃσι κατέκταθεν ὀξέϊ χαλκῷ·τοίω τὼ χείρεσσιν ὑπʼ Αἰνείαο δαμέντεκαππεσέτην, ἐλάτῃσιν ἐοικότες ὑψηλῇσι.