κὰδ δὲ κτήματα πολλά, τὰ ἔλδεται ὅς κʼ ἐπιδευής.ἀλλὰ καὶ ὧς Λυκίους ὀτρύνω καὶ μέμονʼ αὐτὸςἀνδρὶ μαχήσασθαι· ἀτὰρ οὔ τί μοι ἐνθάδε τοῖονοἷόν κʼ ἠὲ φέροιεν Ἀχαιοὶ ἤ κεν ἄγοιεν·τύνη δʼ ἕστηκας, ἀτὰρ οὐδʼ ἄλλοισι κελεύειςλαοῖσιν μενέμεν καὶ ἀμυνέμεναι ὤρεσσι.μή πως ὡς ἀψῖσι λίνου ἁλόντε πανάγρουἀνδράσι δυσμενέεσσιν ἕλωρ καὶ κύρμα γένησθε·οἳ δὲ τάχʼ ἐκπέρσουσʼ εὖ ναιομένην πόλιν ὑμήν.σοὶ δὲ χρὴ τάδε πάντα μέλειν νύκτάς τε καὶ ἦμαρἀρχοὺς λισσομένῳ τηλεκλειτῶν ἐπικούρωννωλεμέως ἐχέμεν, κρατερὴν δʼ ἀποθέσθαι ἐνιπήν.ὣς φάτο Σαρπηδών, δάκε δὲ φρένας Ἕκτορι μῦθος·αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε,πάλλων δʼ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν.οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν·Ἀργεῖοι δʼ ὑπέμειναν ἀολλέες οὐδὲ φόβηθεν.ὡς δʼ ἄνεμος ἄχνας φορέει ἱερὰς κατʼ ἀλωὰςἀνδρῶν λικμώντων, ὅτε τε ξανθὴ Δημήτηρκρίνῃ ἐπειγομένων ἀνέμων καρπόν τε καὶ ἄχνας,αἳ δʼ ὑπολευκαίνονται ἀχυρμιαί· ὣς τότʼ Ἀχαιοὶλευκοὶ ὕπερθε γένοντο κονισάλῳ, ὅν ῥα διʼ αὐτῶνοὐρανὸν ἐς πολύχαλκον ἐπέπληγον πόδες ἵππωνἂψ ἐπιμισγομένων· ὑπὸ δʼ ἔστρεφον ἡνιοχῆες.οἳ δὲ μένος χειρῶν ἰθὺς φέρον· ἀμφὶ δὲ νύκταθοῦρος Ἄρης ἐκάλυψε μάχῃ Τρώεσσιν ἀρήγωνπάντοσʼ ἐποιχόμενος· τοῦ δʼ ἐκραίαινεν ἐφετμὰςΦοίβου Ἀπόλλωνος χρυσαόρου, ὅς μιν ἀνώγειΤρωσὶν θυμὸν ἐγεῖραι, ἐπεὶ ἴδε Παλλάδʼ Ἀθήνηνοἰχομένην· ἣ γάρ ῥα πέλεν Δαναοῖσιν ἀρηγών.αὐτὸς δʼ Αἰνείαν μάλα πίονος ἐξ ἀδύτοιοἧκε, καὶ ἐν στήθεσσι μένος βάλε ποιμένι λαῶν.Αἰνείας δʼ ἑτάροισι μεθίστατο· τοὶ δὲ χάρησαν,ὡς εἶδον ζωόν τε καὶ ἀρτεμέα προσιόντακαὶ μένος ἐσθλὸν ἔχοντα· μετάλλησάν γε μὲν οὔ τι.οὐ γὰρ ἔα πόνος ἄλλος, ὃν ἀργυρότοξος ἔγειρενἌρης τε βροτολοιγὸς Ἔρις τʼ ἄμοτον μεμαυῖα.τοὺς δʼ Αἴαντε δύω καὶ Ὀδυσσεὺς καὶ Διομήδηςὄτρυνον Δαναοὺς πολεμιζέμεν· οἳ δὲ καὶ αὐτοὶ