ἶσʼ ἔθελε φρονέειν, ἐπεὶ οὔ ποτε φῦλον ὁμοῖονἀθανάτων τε θεῶν χαμαὶ ἐρχομένων τʼ ἀνθρώπων.ὣς φάτο, Τυδεΐδης δʼ ἀνεχάζετο τυτθὸν ὀπίσσωμῆνιν ἀλευάμενος ἑκατηβόλου Ἀπόλλωνος.Αἰνείαν δʼ ἀπάτερθεν ὁμίλου θῆκεν ἈπόλλωνΠεργάμῳ εἰν ἱερῇ, ὅθι οἱ νηός γε τέτυκτο.ἤτοι τὸν Λητώ τε καὶ Ἄρτεμις ἰοχέαιραἐν μεγάλῳ ἀδύτῳ ἀκέοντό τε κύδαινόν τε·αὐτὰρ ὃ εἴδωλον τεῦξʼ ἀργυρότοξος Ἀπόλλωναὐτῷ τʼ Αἰνείᾳ ἴκελον καὶ τεύχεσι τοῖον,ἀμφὶ δʼ ἄρʼ εἰδώλῳ Τρῶες καὶ δῖοι Ἀχαιοὶδῄουν ἀλλήλων ἀμφὶ στήθεσσι βοείαςἀσπίδας εὐκύκλους λαισήϊά τε πτερόεντα.δὴ τότε θοῦρον Ἄρηα προσηύδα Φοῖβος Ἀπόλλων·Ἆρες Ἄρες βροτολοιγὲ μιαιφόνε τειχεσιπλῆτα,οὐκ ἂν δὴ τόνδʼ ἄνδρα μάχης ἐρύσαιο μετελθὼνΤυδεΐδην, ὃς νῦν γε καὶ ἂν Διὶ πατρὶ μάχοιτο;Κύπριδα μὲν πρῶτα σχεδὸν οὔτασε χεῖρʼ ἐπὶ καρπῷ,αὐτὰρ ἔπειτʼ αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος.ὣς εἰπὼν αὐτὸς μὲν ἐφέζετο Περγάμῳ ἄκρῃ,Τρῳὰς δὲ στίχας οὖλος Ἄρης ὄτρυνε μετελθὼνεἰδόμενος Ἀκάμαντι θοῷ ἡγήτορι Θρῃκῶν·υἱάσι δὲ Πριάμοιο διοτρεφέεσσι κέλευεν·ὦ υἱεῖς Πριάμοιο διοτρεφέος βασιλῆοςἐς τί ἔτι κτείνεσθαι ἐάσετε λαὸν Ἀχαιοῖς;ἦ εἰς ὅ κεν ἀμφὶ πύλῃς εὖ ποιητῇσι μάχωνται;κεῖται ἀνὴρ ὃν ἶσον ἐτίομεν Ἕκτορι δίῳΑἰνείας υἱὸς μεγαλήτορος Ἀγχίσαο·ἀλλʼ ἄγετʼ ἐκ φλοίσβοιο σαώσομεν ἐσθλὸν ἑταῖρον.ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.ἔνθʼ αὖ Σαρπηδὼν μάλα νείκεσεν Ἕκτορα δῖον·Ἕκτορ πῇ δή τοι μένος οἴχεται ὃ πρὶν ἔχεσκες;φῆς που ἄτερ λαῶν πόλιν ἑξέμεν ἠδʼ ἐπικούρωνοἶος σὺν γαμβροῖσι κασιγνήτοισί τε σοῖσι.τῶν νῦν οὔ τινʼ ἐγὼ ἰδέειν δύναμʼ οὐδὲ νοῆσαι,ἀλλὰ καταπτώσσουσι κύνες ὣς ἀμφὶ λέοντα·ἡμεῖς δὲ μαχόμεσθʼ οἵ πέρ τʼ ἐπίκουροι ἔνειμεν.καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μάλα τηλόθεν ἥκω·τηλοῦ γὰρ Λυκίη Ξάνθῳ ἔπι δινήεντι,ἔνθʼ ἄλοχόν τε φίλην ἔλιπον καὶ νήπιον υἱόν,