ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσε,δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.Ἰδομενεὺς δʼ ἄρα Φαῖστον ἐνήρατο Μῄονος υἱὸνΒώρου, ὃς ἐκ Τάρνης ἐριβώλακος εἰληλούθει.τὸν μὲν ἄρʼ Ἰδομενεὺς δουρικλυτὸς ἔγχεϊ μακρῷνύξʼ ἵππων ἐπιβησόμενον κατὰ δεξιὸν ὦμον·ἤριπε δʼ ἐξ ὀχέων, στυγερὸς δʼ ἄρα μιν σκότος εἷλε.τὸν μὲν ἄρʼ Ἰδομενῆος ἐσύλευον θεράποντες·υἱὸν δὲ Στροφίοιο Σκαμάνδριον αἵμονα θήρηςἈτρεΐδης Μενέλαος ἕλʼ ἔγχεϊ ὀξυόεντιἐσθλὸν θηρητῆρα· δίδαξε γὰρ Ἄρτεμις αὐτὴβάλλειν ἄγρια πάντα, τά τε τρέφει οὔρεσιν ὕλη·ἀλλʼ οὔ οἱ τότε γε χραῖσμʼ Ἄρτεμις ἰοχέαιρα,οὐδὲ ἑκηβολίαι ᾗσιν τὸ πρίν γε κέκαστο·ἀλλά μιν Ἀτρεΐδης δουρικλειτὸς Μενέλαοςπρόσθεν ἕθεν φεύγοντα μετάφρενον οὔτασε δουρὶὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν,ἤριπε δὲ πρηνής, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.Μηριόνης δὲ Φέρεκλον ἐνήρατο, τέκτονος υἱὸνἉρμονίδεω, ὃς χερσὶν ἐπίστατο δαίδαλα πάντατεύχειν· ἔξοχα γάρ μιν ἐφίλατο Παλλὰς Ἀθήνη·ὃς καὶ Ἀλεξάνδρῳ τεκτήνατο νῆας ἐΐσαςἀρχεκάκους, αἳ πᾶσι κακὸν Τρώεσσι γένοντοοἷ τʼ αὐτῷ, ἐπεὶ οὔ τι θεῶν ἐκ θέσφατα ᾔδη.τὸν μὲν Μηριόνης ὅτε δὴ κατέμαρπτε διώκωνβεβλήκει γλουτὸν κατὰ δεξιόν· ἣ δὲ διαπρὸἀντικρὺ κατὰ κύστιν ὑπʼ ὀστέον ἤλυθʼ ἀκωκή·γνὺξ δʼ ἔριπʼ οἰμώξας, θάνατος δέ μιν ἀμφεκάλυψε.Πήδαιον δʼ ἄρʼ ἔπεφνε Μέγης Ἀντήνορος υἱὸνὅς ῥα νόθος μὲν ἔην, πύκα δʼ ἔτρεφε δῖα Θεανὼἶσα φίλοισι τέκεσσι χαριζομένη πόσεϊ ᾧ.τὸν μὲν Φυλεΐδης δουρὶ κλυτὸς ἐγγύθεν ἐλθὼνβεβλήκει κεφαλῆς κατὰ ἰνίον ὀξέϊ δουρί·ἀντικρὺ δʼ ἀνʼ ὀδόντας ὑπὸ γλῶσσαν τάμε χαλκός·ἤριπε δʼ ἐν κονίῃ, ψυχρὸν δʼ ἕλε χαλκὸν ὀδοῦσιν.Εὐρύπυλος δʼ Εὐαιμονίδης Ὑψήνορα δῖονυἱὸν ὑπερθύμου Δολοπίονος, ὅς ῥα Σκαμάνδρουἀρητὴρ ἐτέτυκτο, θεὸς δʼ ὣς τίετο δήμῳ,τὸν μὲν ἄρʼ Εὐρύπυλος, Εὐαίμονος ἀγλαὸς υἱός,πρόσθεν ἕθεν φεύγοντα μεταδρομάδην ἔλασʼ ὦμον