τῷ δʼ ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσωνἠκέσατʼ· οὐ μὲν γάρ τι καταθνητός γε τέτυκτο.σχέτλιος ὀβριμοεργὸς ὃς οὐκ ὄθετʼ αἴσυλα ῥέζων,ὃς τόξοισιν ἔκηδε θεοὺς οἳ Ὄλυμπον ἔχουσι.σοὶ δʼ ἐπὶ τοῦτον ἀνῆκε θεὰ γλαυκῶπις Ἀθήνη·νήπιος, οὐδὲ τὸ οἶδε κατὰ φρένα Τυδέος υἱὸςὅττι μάλʼ οὐ δηναιὸς ὃς ἀθανάτοισι μάχηται,οὐδέ τί μιν παῖδες ποτὶ γούνασι παππάζουσινἐλθόντʼ ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.τὼ νῦν Τυδεΐδης, εἰ καὶ μάλα καρτερός ἐστι,φραζέσθω μή τίς οἱ ἀμείνων σεῖο μάχηται,μὴ δὴν Αἰγιάλεια περίφρων Ἀδρηστίνηἐξ ὕπνου γοόωσα φίλους οἰκῆας ἐγείρῃκουρίδιον ποθέουσα πόσιν τὸν ἄριστον Ἀχαιῶνἰφθίμη ἄλοχος Διομήδεος ἱπποδάμοιο.ἦ ῥα καὶ ἀμφοτέρῃσιν ἀπʼ ἰχῶ χειρὸς ὀμόργνυ·ἄλθετο χείρ, ὀδύναι δὲ κατηπιόωντο βαρεῖαι.αἳ δʼ αὖτʼ εἰσορόωσαι Ἀθηναίη τε καὶ Ἥρηκερτομίοις ἐπέεσσι Δία Κρονίδην ἐρέθιζον.τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη·Ζεῦ πάτερ ἦ ῥά τί μοι κεχολώσεαι ὅττι κεν εἴπω;ἦ μάλα δή τινα Κύπρις Ἀχαιϊάδων ἀνιεῖσαΤρωσὶν ἅμα σπέσθαι, τοὺς νῦν ἔκπαγλα φίλησε,τῶν τινα καρρέζουσα Ἀχαιϊάδων ἐϋπέπλωνπρὸς χρυσῇ περόνῃ καταμύξατο χεῖρα ἀραιήν.ὣς φάτο, μείδησεν δὲ πατὴρ ἀνδρῶν τε θεῶν τε,καί ῥα καλεσσάμενος προσέφη χρυσῆν Ἀφροδίτην·οὔ τοι τέκνον ἐμὸν δέδοται πολεμήϊα ἔργα,ἀλλὰ σύ γʼ ἱμερόεντα μετέρχεο ἔργα γάμοιο,ταῦτα δʼ Ἄρηϊ θοῷ καὶ Ἀθήνῃ πάντα μελήσει.ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,Αἰνείᾳ δʼ ἐπόρουσε βοὴν ἀγαθὸς Διομήδης,γιγνώσκων ὅ οἱ αὐτὸς ὑπείρεχε χεῖρας Ἀπόλλων·ἀλλʼ ὅ γʼ ἄρʼ οὐδὲ θεὸν μέγαν ἅζετο, ἵετο δʼ αἰεὶΑἰνείαν κτεῖναι καὶ ἀπὸ κλυτὰ τεύχεα δῦσαι.τρὶς μὲν ἔπειτʼ ἐπόρουσε κατακτάμεναι μενεαίνων,τρὶς δέ οἱ ἐστυφέλιξε φαεινὴν ἀσπίδʼ Ἀπόλλων·ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,δεινὰ δʼ ὁμοκλήσας προσέφη ἑκάεργος Ἀπόλλων·φράζεο Τυδεΐδη καὶ χάζεο, μηδὲ θεοῖσιν