λίην ἄχθομαι ἕλκος ὅ με βροτὸς οὔτασεν ἀνὴρΤυδεΐδης, ὃς νῦν γε καὶ ἂν Διὶ πατρὶ μάχοιτο.ὣς φάτο, τῇ δʼ ἄρʼ Ἄρης δῶκε χρυσάμπυκας ἵππους·ἣ δʼ ἐς δίφρον ἔβαινεν ἀκηχεμένη φίλον ἦτορ,πὰρ δέ οἱ Ἶρις ἔβαινε καὶ ἡνία λάζετο χερσί,μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην.αἶψα δʼ ἔπειθʼ ἵκοντο θεῶν ἕδος αἰπὺν Ὄλυμπον·ἔνθʼ ἵππους ἔστησε ποδήνεμος ὠκέα Ἶριςλύσασʼ ἐξ ὀχέων, παρὰ δʼ ἀμβρόσιον βάλεν εἶδαρ·ἣ δʼ ἐν γούνασι πῖπτε Διώνης δῖʼ Ἀφροδίτημητρὸς ἑῆς· ἣ δʼ ἀγκὰς ἐλάζετο θυγατέρα ἥν,χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἐκ τʼ ὀνόμαζε·τίς νύ σε τοιάδʼ ἔρεξε φίλον τέκος Οὐρανιώνωνμαψιδίως, ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ;τὴν δʼ ἠμείβετʼ ἔπειτα φιλομμειδὴς Ἀφροδίτη·οὖτά με Τυδέος υἱὸς ὑπέρθυμος Διομήδης,οὕνεκʼ ἐγὼ φίλον υἱὸν ὑπεξέφερον πολέμοιοΑἰνείαν, ὃς ἐμοὶ πάντων πολὺ φίλτατός ἐστιν.οὐ γὰρ ἔτι Τρώων καὶ Ἀχαιῶν φύλοπις αἰνή,ἀλλʼ ἤδη Δαναοί γε καὶ ἀθανάτοισι μάχονται.τὴν δʼ ἠμείβετʼ ἔπειτα Διώνη, δῖα θεάων·τέτλαθι τέκνον ἐμόν, καὶ ἀνάσχεο κηδομένη περ·πολλοὶ γὰρ δὴ τλῆμεν Ὀλύμπια δώματʼ ἔχοντεςἐξ ἀνδρῶν χαλέπʼ ἄλγεʼ ἐπʼ ἀλλήλοισι τιθέντες.τλῆ μὲν Ἄρης ὅτε μιν Ὦτος κρατερός τʼ Ἐφιάλτηςπαῖδες Ἀλωῆος, δῆσαν κρατερῷ ἐνὶ δεσμῷ·χαλκέῳ δʼ ἐν κεράμῳ δέδετο τρισκαίδεκα μῆνας·καί νύ κεν ἔνθʼ ἀπόλοιτο Ἄρης ἆτος πολέμοιο,εἰ μὴ μητρυιὴ περικαλλὴς ἨερίβοιαἙρμέᾳ ἐξήγγειλεν· ὃ δʼ ἐξέκλεψεν Ἄρηαἤδη τειρόμενον, χαλεπὸς δέ ἑ δεσμὸς ἐδάμνα.τλῆ δʼ Ἥρη, ὅτε μιν κρατερὸς πάϊς Ἀμφιτρύωνοςδεξιτερὸν κατὰ μαζὸν ὀϊστῷ τριγλώχινιβεβλήκει· τότε καί μιν ἀνήκεστον λάβεν ἄλγος.τλῆ δʼ Ἀΐδης ἐν τοῖσι πελώριος ὠκὺν ὀϊστόν,εὖτέ μιν ωὐτὸς ἀνὴρ υἱὸς Διὸς αἰγιόχοιοἐν Πύλῳ ἐν νεκύεσσι βαλὼν ὀδύνῃσιν ἔδωκεν·αὐτὰρ ὃ βῆ πρὸς δῶμα Διὸς καὶ μακρὸν Ὄλυμπονκῆρ ἀχέων ὀδύνῃσι πεπαρμένος· αὐτὰρ ὀϊστὸςὤμῳ ἔνι στιβαρῷ ἠλήλατο, κῆδε δὲ θυμόν.