ἀλλʼ ὅ γε τοὺς μὲν ἑοὺς ἠρύκακε μώνυχας ἵππουςνόσφιν ἀπὸ φλοίσβου ἐξ ἄντυγος ἡνία τείνας,Αἰνείαο δʼ ἐπαΐξας καλλίτριχας ἵππουςἐξέλασε Τρώων μετʼ ἐϋκνήμιδας Ἀχαιούς.δῶκε δὲ Δηϊπύλῳ ἑτάρῳ φίλῳ, ὃν περὶ πάσηςτῖεν ὁμηλικίης ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη,νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· αὐτὰρ ὅ γʼ ἥρωςὧν ἵππων ἐπιβὰς ἔλαβʼ ἡνία σιγαλόεντα,αἶψα δὲ Τυδεΐδην μέθεπε κρατερώνυχας ἵππουςἐμμεμαώς· ὃ δὲ Κύπριν ἐπῴχετο νηλέϊ χαλκῷγιγνώσκων ὅ τʼ ἄναλκις ἔην θεός, οὐδὲ θεάωντάων αἵ τʼ ἀνδρῶν πόλεμον κάτα κοιρανέουσιν,οὔτʼ ἄρʼ Ἀθηναίη οὔτε πτολίπορθος Ἐνυώ.ἀλλʼ ὅτε δή ῥʼ ἐκίχανε πολὺν καθʼ ὅμιλον ὀπάζων,ἔνθʼ ἐπορεξάμενος μεγαθύμου Τυδέος υἱὸςἄκρην οὔτασε χεῖρα μετάλμενος ὀξέϊ δουρὶἀβληχρήν· εἶθαρ δὲ δόρυ χροὸς ἀντετόρησενἀμβροσίου διὰ πέπλου, ὅν οἱ Χάριτες κάμον αὐταί,πρυμνὸν ὕπερ θέναρος· ῥέε δʼ ἄμβροτον αἷμα θεοῖοἰχώρ, οἷός πέρ τε ῥέει μακάρεσσι θεοῖσιν·οὐ γὰρ σῖτον ἔδουσʼ, οὐ πίνουσʼ αἴθοπα οἶνον,τοὔνεκʼ ἀναίμονές εἰσι καὶ ἀθάνατοι καλέονται.ἣ δὲ μέγα ἰάχουσα ἀπὸ ἕο κάββαλεν υἱόν·καὶ τὸν μὲν μετὰ χερσὶν ἐρύσατο Φοῖβος Ἀπόλλωνκυανέῃ νεφέλῃ, μή τις Δαναῶν ταχυπώλωνχαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο·τῇ δʼ ἐπὶ μακρὸν ἄϋσε βοὴν ἀγαθὸς Διομήδης·εἶκε Διὸς θύγατερ πολέμου καὶ δηϊοτῆτος·ἦ οὐχ ἅλις ὅττι γυναῖκας ἀνάλκιδας ἠπεροπεύεις;εἰ δὲ σύ γʼ ἐς πόλεμον πωλήσεαι, ἦ τέ σʼ ὀΐωῥιγήσειν πόλεμόν γε καὶ εἴ χʼ ἑτέρωθι πύθηαι.ὣς ἔφαθʼ, ἣ δʼ ἀλύουσʼ ἀπεβήσετο, τείρετο δʼ αἰνῶς·τὴν μὲν ἄρʼ Ἶρις ἑλοῦσα ποδήνεμος ἔξαγʼ ὁμίλουἀχθομένην ὀδύνῃσι, μελαίνετο δὲ χρόα καλόν.εὗρεν ἔπειτα μάχης ἐπʼ ἀριστερὰ θοῦρον Ἄρηαἥμενον· ἠέρι δʼ ἔγχος ἐκέκλιτο καὶ ταχέʼ ἵππω·ἣ δὲ γνὺξ ἐριποῦσα κασιγνήτοιο φίλοιοπολλὰ λισσομένη χρυσάμπυκας ᾔτεεν ἵππους·φίλε κασίγνητε κόμισαί τέ με δός τέ μοι ἵππους,ὄφρʼ ἐς Ὄλυμπον ἵκωμαι ἵνʼ ἀθανάτων ἕδος ἐστί.