καὶ βάλε Τυδεΐδαο κατʼ ἀσπίδα· τῆς δὲ διὰ πρὸαἰχμὴ χαλκείη πταμένη θώρηκι πελάσθη·τῷ δʼ ἐπὶ μακρὸν ἄϋσε Λυκάονος ἀγλαὸς υἱός·βέβληαι κενεῶνα διαμπερές, οὐδέ σʼ ὀΐωδηρὸν ἔτʼ ἀνσχήσεσθαι· ἐμοὶ δὲ μέγʼ εὖχος ἔδωκας.τὸν δʼ οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης·ἤμβροτες οὐδʼ ἔτυχες· ἀτὰρ οὐ μὲν σφῶΐ γʼ ὀΐωπρίν γʼ ἀποπαύσεσθαι πρίν γʼ ἢ ἕτερόν γε πεσόντααἵματος ἆσαι Ἄρηα, ταλαύρινον πολεμιστήν.ὣς φάμενος προέηκε· βέλος δʼ ἴθυνεν Ἀθήνηῥῖνα παρʼ ὀφθαλμόν, λευκοὺς δʼ ἐπέρησεν ὀδόντας.τοῦ δʼ ἀπὸ μὲν γλῶσσαν πρυμνὴν τάμε χαλκὸς ἀτειρής,αἰχμὴ δʼ ἐξελύθη παρὰ νείατον ἀνθερεῶνα·ἤριπε δʼ ἐξ ὀχέων, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷαἰόλα παμφανόωντα, παρέτρεσσαν δέ οἱ ἵπποιὠκύποδες· τοῦ δʼ αὖθι λύθη ψυχή τε μένος τε.Αἰνείας δʼ ἀπόρουσε σὺν ἀσπίδι δουρί τε μακρῷδείσας μή πώς οἱ ἐρυσαίατο νεκρὸν Ἀχαιοί.ἀμφὶ δʼ ἄρʼ αὐτῷ βαῖνε λέων ὣς ἀλκὶ πεποιθώς,πρόσθε δέ οἱ δόρυ τʼ ἔσχε καὶ ἀσπίδα πάντοσʼ ἐΐσην,τὸν κτάμεναι μεμαὼς ὅς τις τοῦ γʼ ἀντίος ἔλθοισμερδαλέα ἰάχων· ὃ δὲ χερμάδιον λάβε χειρὶΤυδεΐδης μέγα ἔργον ὃ οὐ δύο γʼ ἄνδρε φέροιεν,οἷοι νῦν βροτοί εἰσʼ· ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος.τῷ βάλεν Αἰνείαο κατʼ ἰσχίον ἔνθά τε μηρὸςἰσχίῳ ἐνστρέφεται, κοτύλην δέ τέ μιν καλέουσι·θλάσσε δέ οἱ κοτύλην, πρὸς δʼ ἄμφω ῥῆξε τένοντε·ὦσε δʼ ἀπὸ ῥινὸν τρηχὺς λίθος· αὐτὰρ ὅ γʼ ἥρωςἔστη γνὺξ ἐριπὼν καὶ ἐρείσατο χειρὶ παχείῃγαίης· ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψε.καί νύ κεν ἔνθʼ ἀπόλοιτο ἄναξ ἀνδρῶν Αἰνείας,εἰ μὴ ἄρʼ ὀξὺ νόησε Διὸς θυγάτηρ Ἀφροδίτημήτηρ, ἥ μιν ὑπʼ Ἀγχίσῃ τέκε βουκολέοντι·ἀμφὶ δʼ ἑὸν φίλον υἱὸν ἐχεύατο πήχεε λευκώ,πρόσθε δέ οἱ πέπλοιο φαεινοῦ πτύγμα κάλυψενἕρκος ἔμεν βελέων, μή τις Δαναῶν ταχυπώλωνχαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο.ἣ μὲν ἑὸν φίλον υἱὸν ὑπεξέφερεν πολέμοιο·οὐδʼ υἱὸς Καπανῆος ἐλήθετο συνθεσιάωντάων ἃς ἐπέτελλε βοὴν ἀγαθὸς Διομήδης,