τοὺς δὲ ἴδε Σθένελος Καπανήϊος ἀγλαὸς υἱός,αἶψα δὲ Τυδεΐδην ἔπεα πτερόεντα προσηύδα·Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ,ἄνδρʼ ὁρόω κρατερὼ ἐπὶ σοὶ μεμαῶτε μάχεσθαιἶνʼ ἀπέλεθρον ἔχοντας· ὃ μὲν τόξων ἐῢ εἰδὼςΠάνδαρος, υἱὸς δʼ αὖτε Λυκάονος εὔχεται εἶναι·Αἰνείας δʼ υἱὸς μὲν ἀμύμονος Ἀγχίσαοεὔχεται ἐκγεγάμεν, μήτηρ δέ οἵ ἐστʼ Ἀφροδίτη.ἀλλʼ ἄγε δὴ χαζώμεθʼ ἐφʼ ἵππων, μηδέ μοι οὕτωθῦνε διὰ προμάχων, μή πως φίλον ἦτορ ὀλέσσῃς.τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης·μή τι φόβον δʼ ἀγόρευʼ, ἐπεὶ οὐδὲ σὲ πεισέμεν οἴω.οὐ γάρ μοι γενναῖον ἀλυσκάζοντι μάχεσθαιοὐδὲ καταπτώσσειν· ἔτι μοι μένος ἔμπεδόν ἐστιν·ὀκνείω δʼ ἵππων ἐπιβαινέμεν, ἀλλὰ καὶ αὔτωςἀντίον εἶμʼ αὐτῶν· τρεῖν μʼ οὐκ ἐᾷ Παλλὰς Ἀθήνη.τούτω δʼ οὐ πάλιν αὖτις ἀποίσετον ὠκέες ἵπποιἄμφω ἀφʼ ἡμείων, εἴ γʼ οὖν ἕτερός γε φύγῃσιν.ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·αἴ κέν μοι πολύβουλος Ἀθήνη κῦδος ὀρέξῃἀμφοτέρω κτεῖναι, σὺ δὲ τούσδε μὲν ὠκέας ἵππουςαὐτοῦ ἐρυκακέειν ἐξ ἄντυγος ἡνία τείνας,Αἰνείαο δʼ ἐπαΐξαι μεμνημένος ἵππων,ἐκ δʼ ἐλάσαι Τρώων μετʼ ἐϋκνήμιδας Ἀχαιούς.τῆς γάρ τοι γενεῆς ἧς Τρωΐ περ εὐρύοπα Ζεὺςδῶχʼ υἷος ποινὴν Γανυμήδεος, οὕνεκʼ ἄριστοιἵππων ὅσσοι ἔασιν ὑπʼ ἠῶ τʼ ἠέλιόν τε,τῆς γενεῆς ἔκλεψεν ἄναξ ἀνδρῶν Ἀγχίσηςλάθρῃ Λαομέδοντος ὑποσχὼν θήλεας ἵππους·τῶν οἱ ἓξ ἐγένοντο ἐνὶ μεγάροισι γενέθλη.τοὺς μὲν τέσσαρας αὐτὸς ἔχων ἀτίταλλʼ ἐπὶ φάτνῃ,τὼ δὲ δύʼ Αἰνείᾳ δῶκεν μήστωρε φόβοιο.εἰ τούτω κε λάβοιμεν, ἀροίμεθά κε κλέος ἐσθλόν.ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,τὼ δὲ τάχʼ ἐγγύθεν ἦλθον ἐλαύνοντʼ ὠκέας ἵππους.τὸν πρότερος προσέειπε Λυκάονος ἀγλαὸς υἱός·καρτερόθυμε δαΐφρον ἀγαυοῦ Τυδέος υἱὲἦ μάλα σʼ οὐ βέλος ὠκὺ δαμάσσατο πικρὸς ὀϊστός·νῦν αὖτʼ ἐγχείῃ πειρήσομαι αἴ κε τύχωμι.ἦ ῥα καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος