ἀλλʼ ἐγὼ οὐ πιθόμην· ἦ τʼ ἂν πολὺ κέρδιον ἦεν·ἵππων φειδόμενος, μή μοι δευοίατο φορβῆςἀνδρῶν εἰλομένων εἰωθότες ἔδμεναι ἄδην.ὣς λίπον, αὐτὰρ πεζὸς ἐς Ἴλιον εἰλήλουθατόξοισιν πίσυνος· τὰ δέ μʼ οὐκ ἄρʼ ἔμελλον ὀνήσειν.ἤδη γὰρ δοιοῖσιν ἀριστήεσσιν ἐφῆκαΤυδεΐδῃ τε καὶ Ἀτρεΐδῃ, ἐκ δʼ ἀμφοτέροιινἀτρεκὲς αἷμʼ ἔσσευα βαλών, ἤγειρα δὲ μᾶλλον.τώ ῥα κακῇ αἴσῃ ἀπὸ πασσάλου ἀγκύλα τόξαἤματι τῷ ἑλόμην ὅτε Ἴλιον εἰς ἐρατεινὴνἡγεόμην Τρώεσσι φέρων χάριν Ἕκτορι δίῳ.εἰ δέ κε νοστήσω καὶ ἐσόψομαι ὀφθαλμοῖσιπατρίδʼ ἐμὴν ἄλοχόν τε καὶ ὑψερεφὲς μέγα δῶμα,αὐτίκʼ ἔπειτʼ ἀπʼ ἐμεῖο κάρη τάμοι ἀλλότριος φὼςεἰ μὴ ἐγὼ τάδε τόξα φαεινῷ ἐν πυρὶ θείηνχερσὶ διακλάσσας· ἀνεμώλια γάρ μοι ὀπηδεῖ.τὸν δʼ αὖτʼ Αἰνείας Τρώων ἀγὸς ἀντίον ηὔδα·μὴ δʼ οὕτως ἀγόρευε· πάρος δʼ οὐκ ἔσσεται ἄλλως,πρίν γʼ ἐπὶ νὼ τῷδʼ ἀνδρὶ σὺν ἵπποισιν καὶ ὄχεσφινἀντιβίην ἐλθόντε σὺν ἔντεσι πειρηθῆναι.ἀλλʼ ἄγʼ ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαιοἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι πεδίοιοκραιπνὰ μάλʼ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι·τὼ καὶ νῶϊ πόλιν δὲ σαώσετον, εἴ περ ἂν αὖτεΖεὺς ἐπὶ Τυδεΐδῃ Διομήδεϊ κῦδος ὀρέξῃ.ἀλλʼ ἄγε νῦν μάστιγα καὶ ἡνία σιγαλόενταδέξαι, ἐγὼ δʼ ἵππων ἀποβήσομαι ὄφρα μάχωμαι·ἠὲ σὺ τόνδε δέδεξο, μελήσουσιν δʼ ἐμοὶ ἵπποι.τὸν δʼ αὖτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός·Αἰνεία σὺ μὲν αὐτὸς ἔχʼ ἡνία καὶ τεὼ ἵππω·μᾶλλον ὑφʼ ἡνιόχῳ εἰωθότι καμπύλον ἅρμαοἴσετον, εἴ περ ἂν αὖτε φεβώμεθα Τυδέος υἱόν·μὴ τὼ μὲν δείσαντε ματήσετον, οὐδʼ ἐθέλητονἐκφερέμεν πολέμοιο τεὸν φθόγγον ποθέοντε,νῶϊ δʼ ἐπαΐξας μεγαθύμου Τυδέος υἱὸςαὐτώ τε κτείνῃ καὶ ἐλάσσῃ μώνυχας ἵππους.ἀλλὰ σύ γʼ αὐτὸς ἔλαυνε τέʼ ἅρματα καὶ τεὼ ἵππω,τὸν δὲ δʼ ἐγὼν ἐπιόντα δεδέξομαι ὀξέϊ δουρί.ὣς ἄρα φωνήσαντες ἐς ἅρματα ποικίλα βάντεςἐμμεμαῶτʼ ἐπὶ Τυδεΐδῃ ἔχον ὠκέας ἵππους.