ὡς δὲ λέων ἐν βουσὶ θορὼν ἐξ αὐχένα ἄξῃπόρτιος ἠὲ βοὸς ξύλοχον κάτα βοσκομενάων,ὣς τοὺς ἀμφοτέρους ἐξ ἵππων Τυδέος υἱὸςβῆσε κακῶς ἀέκοντας, ἔπειτα δὲ τεύχεʼ ἐσύλα·ἵππους δʼ οἷς ἑτάροισι δίδου μετὰ νῆας ἐλαύνειν.τὸν δʼ ἴδεν Αἰνείας ἀλαπάζοντα στίχας ἀνδρῶν,βῆ δʼ ἴμεν ἄν τε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάωνΠάνδαρον ἀντίθεον διζήμενος εἴ που ἐφεύροι·εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε,στῆ δὲ πρόσθʼ αὐτοῖο ἔπος τέ μιν ἀντίον ηὔδα·Πάνδαρε ποῦ τοι τόξον ἰδὲ πτερόεντες ὀϊστοὶκαὶ κλέος; ᾧ οὔ τίς τοι ἐρίζεται ἐνθάδε γʼ ἀνήρ,οὐδέ τις ἐν Λυκίῃ σέο γʼ εὔχεται εἶναι ἀμείνων.ἀλλʼ ἄγε τῷδʼ ἔφες ἀνδρὶ βέλος Διὶ χεῖρας ἀνασχὼνὅς τις ὅδε κρατέει καὶ δὴ κακὰ πολλὰ ἔοργεΤρῶας, ἐπεὶ πολλῶν τε καὶ ἐσθλῶν γούνατʼ ἔλυσεν·εἰ μή τις θεός ἐστι κοτεσσάμενος Τρώεσσινἱρῶν μηνίσας· χαλεπὴ δὲ θεοῦ ἔπι μῆνις.τὸν δʼ αὖτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός·Αἰνεία Τρώων βουληφόρε χαλκοχιτώνωνΤυδεΐδῃ μιν ἔγωγε δαΐφρονι πάντα ἐΐσκω,ἀσπίδι γιγνώσκων αὐλώπιδί τε τρυφαλείῃ,ἵππους τʼ εἰσορόων· σάφα δʼ οὐκ οἶδʼ εἰ θεός ἐστιν.εἰ δʼ ὅ γʼ ἀνὴρ ὅν φημι δαΐφρων Τυδέος υἱὸςοὐχ ὅ γʼ ἄνευθε θεοῦ τάδε μαίνεται, ἀλλά τις ἄγχιἕστηκʼ ἀθανάτων νεφέλῃ εἰλυμένος ὤμους,ὃς τούτου βέλος ὠκὺ κιχήμενον ἔτραπεν ἄλλῃ.ἤδη γάρ οἱ ἐφῆκα βέλος, καί μιν βάλον ὦμονδεξιὸν ἀντικρὺ διὰ θώρηκος γυάλοιο·καί μιν ἔγωγʼ ἐφάμην Ἀϊδωνῆϊ προϊάψειν,ἔμπης δʼ οὐκ ἐδάμασσα· θεός νύ τίς ἐστι κοτήεις.ἵπποι δʼ οὐ παρέασι καὶ ἅρματα τῶν κʼ ἐπιβαίην·ἀλλά που ἐν μεγάροισι Λυκάονος ἕνδεκα δίφροικαλοὶ πρωτοπαγεῖς νεοτευχέες· ἀμφὶ δὲ πέπλοιπέπτανται· παρὰ δέ σφιν ἑκάστῳ δίζυγες ἵπποιἑστᾶσι κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας.ἦ μέν μοι μάλα πολλὰ γέρων αἰχμητὰ Λυκάωνἐρχομένῳ ἐπέτελλε δόμοις ἔνι ποιητοῖσιν·ἵπποισίν μʼ ἐκέλευε καὶ ἅρμασιν ἐμβεβαῶταἀρχεύειν Τρώεσσι κατὰ κρατερὰς ὑσμίνας·