ὣς ἔφατʼ εὐχόμενος· τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη,γυῖα δʼ ἔθηκεν ἐλαφρά, πόδας καὶ χεῖρας ὕπερθεν·ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·θαρσῶν νῦν Διόμηδες ἐπὶ Τρώεσσι μάχεσθαι·ἐν γάρ τοι στήθεσσι μένος πατρώϊον ἧκαἄτρομον, οἷον ἔχεσκε σακέσπαλος ἱππότα Τυδεύς·ἀχλὺν δʼ αὖ τοι ἀπʼ ὀφθαλμῶν ἕλον ἣ πρὶν ἐπῆεν,ὄφρʼ εὖ γιγνώσκῃς ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα.τὼ νῦν αἴ κε θεὸς πειρώμενος ἐνθάδʼ ἵκηταιμή τι σύ γʼ ἀθανάτοισι θεοῖς ἀντικρὺ μάχεσθαιτοῖς ἄλλοις· ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτηἔλθῃσʼ ἐς πόλεμον, τήν γʼ οὐτάμεν ὀξέϊ χαλκῷ.ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη γλαυκῶπις Ἀθήνη,Τυδεΐδης δʼ ἐξαῦτις ἰὼν προμάχοισιν ἐμίχθηκαὶ πρίν περ θυμῷ μεμαὼς Τρώεσσι μάχεσθαι·δὴ τότε μιν τρὶς τόσσον ἕλεν μένος ὥς τε λέονταὅν ῥά τε ποιμὴν ἀγρῷ ἐπʼ εἰροπόκοις ὀΐεσσιχραύσῃ μέν τʼ αὐλῆς ὑπεράλμενον οὐδὲ δαμάσσῃ·τοῦ μέν τε σθένος ὦρσεν, ἔπειτα δέ τʼ οὐ προσαμύνει,ἀλλὰ κατὰ σταθμοὺς δύεται, τὰ δʼ ἐρῆμα φοβεῖται·αἳ μέν τʼ ἀγχιστῖναι ἐπʼ ἀλλήλῃσι κέχυνται,αὐτὰρ ὃ ἐμμεμαὼς βαθέης ἐξάλλεται αὐλῆς·ὣς μεμαὼς Τρώεσσι μίγη κρατερὸς Διομήδης.ἔνθʼ ἕλεν Ἀστύνοον καὶ Ὑπείρονα ποιμένα λαῶν,τὸν μὲν ὑπὲρ μαζοῖο βαλὼν χαλκήρεϊ δουρί,τὸν δʼ ἕτερον ξίφεϊ μεγάλῳ κληῗδα παρʼ ὦμονπλῆξʼ, ἀπὸ δʼ αὐχένος ὦμον ἐέργαθεν ἠδʼ ἀπὸ νώτου.τοὺς μὲν ἔασʼ, ὃ δʼ Ἄβαντα μετῴχετο καὶ Πολύειδονυἱέας Εὐρυδάμαντος ὀνειροπόλοιο γέροντος·τοῖς οὐκ ἐρχομένοις ὃ γέρων ἐκρίνατʼ ὀνείρους,ἀλλά σφεας κρατερὸς Διομήδης ἐξενάριξε·βῆ δὲ μετὰ Ξάνθόν τε Θόωνά τε Φαίνοπος υἷεἄμφω τηλυγέτω· ὃ δὲ τείρετο γήραϊ λυγρῷ,υἱὸν δʼ οὐ τέκετʼ ἄλλον ἐπὶ κτεάτεσσι λιπέσθαι.ἔνθʼ ὅ γε τοὺς ἐνάριζε, φίλον δʼ ἐξαίνυτο θυμὸνἀμφοτέρω, πατέρι δὲ γόον καὶ κήδεα λυγρὰλεῖπʼ, ἐπεὶ οὐ ζώοντε μάχης ἐκνοστήσαντεδέξατο· χηρωσταὶ δὲ διὰ κτῆσιν δατέοντο.ἔνθʼ υἷας Πριάμοιο δύω λάβε Δαρδανίδαοεἰν ἑνὶ δίφρῳ ἐόντας Ἐχέμμονά τε Χρομίον τε.