ἔνθʼ αὖ Τυδεΐδῃ Διομήδεϊ Παλλὰς Ἀθήνηδῶκε μένος καὶ θάρσος, ἵνʼ ἔκδηλος μετὰ πᾶσινἈργείοισι γένοιτο ἰδὲ κλέος ἐσθλὸν ἄροιτο·δαῖέ οἱ ἐκ κόρυθός τε καὶ ἀσπίδος ἀκάματον πῦρἀστέρʼ ὀπωρινῷ ἐναλίγκιον, ὅς τε μάλισταλαμπρὸν παμφαίνῃσι λελουμένος ὠκεανοῖο·τοῖόν οἱ πῦρ δαῖεν ἀπὸ κρατός τε καὶ ὤμων,ὦρσε δέ μιν κατὰ μέσσον ὅθι πλεῖστοι κλονέοντο.ἦν δέ τις ἐν Τρώεσσι Δάρης ἀφνειὸς ἀμύμωνἱρεὺς Ἡφαίστοιο· δύω δέ οἱ υἱέες ἤστηνΦηγεὺς Ἰδαῖός τε μάχης εὖ εἰδότε πάσης.τώ οἱ ἀποκρινθέντε ἐναντίω ὁρμηθήτην·τὼ μὲν ἀφʼ ἵπποιιν, ὃ δʼ ἀπὸ χθονὸς ὄρνυτο πεζός.οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντεςΦηγεύς ῥα πρότερος προΐει δολιχόσκιον ἔγχος·Τυδεΐδεω δʼ ὑπὲρ ὦμον ἀριστερὸν ἤλυθʼ ἀκωκὴἔγχεος, οὐδʼ ἔβαλʼ αὐτόν· ὃ δʼ ὕστερος ὄρνυτο χαλκῷΤυδεΐδης· τοῦ δʼ οὐχ ἅλιον βέλος ἔκφυγε χειρός,ἀλλʼ ἔβαλε στῆθος μεταμάζιον, ὦσε δʼ ἀφʼ ἵππων.Ἰδαῖος δʼ ἀπόρουσε λιπὼν περικαλλέα δίφρον,οὐδʼ ἔτλη περιβῆναι ἀδελφειοῦ κταμένοιο·οὐδὲ γὰρ οὐδέ κεν αὐτὸς ὑπέκφυγε κῆρα μέλαιναν,ἀλλʼ Ἥφαιστος ἔρυτο, σάωσε δὲ νυκτὶ καλύψας,ὡς δή οἱ μὴ πάγχυ γέρων ἀκαχήμενος εἴη.ἵππους δʼ ἐξελάσας μεγαθύμου Τυδέος υἱὸςδῶκεν ἑταίροισιν κατάγειν κοίλας ἐπὶ νῆας.Τρῶες δὲ μεγάθυμοι ἐπεὶ ἴδον υἷε Δάρητοςτὸν μὲν ἀλευάμενον, τὸν δὲ κτάμενον παρʼ ὄχεσφι,πᾶσιν ὀρίνθη θυμός· ἀτὰρ γλαυκῶπις Ἀθήνηχειρὸς ἑλοῦσʼ ἐπέεσσι προσηύδα θοῦρον Ἄρηα·Ἆρες Ἄρες βροτολοιγὲ μιαιφόνε τειχεσιπλῆταοὐκ ἂν δὴ Τρῶας μὲν ἐάσαιμεν καὶ Ἀχαιοὺςμάρνασθʼ, ὁπποτέροισι πατὴρ Ζεὺς κῦδος ὀρέξῃ,νῶϊ δὲ χαζώμεσθα, Διὸς δʼ ἀλεώμεθα μῆνιν;ὣς εἰποῦσα μάχης ἐξήγαγε θοῦρον Ἄρηα·τὸν μὲν ἔπειτα καθεῖσεν ἐπʼ ἠϊόεντι Σκαμάνδρῳ,Τρῶας δʼ ἔκλιναν Δαναοί· ἕλε δʼ ἄνδρα ἕκαστοςἡγεμόνων· πρῶτος δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνωνἀρχὸν Ἁλιζώνων Ὀδίον μέγαν ἔκβαλε δίφρου·πρώτῳ γὰρ στρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν