ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·ἦ ῥʼ αὖτις πόλεμός τε κακὸς καὶ φύλοπις αἰνὴἔσσεται, ἢ φιλότητα μετʼ ἀμφοτέροισι τίθησιΖεύς, ὅς τʼ ἀνθρώπων ταμίης πολέμοιο τέτυκται.ὣς ἄρα τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε.ἣ δʼ ἀνδρὶ ἰκέλη Τρώων κατεδύσεθʼ ὅμιλονΛαοδόκῳ Ἀντηνορίδῃ κρατερῷ αἰχμητῇ,Πάνδαρον ἀντίθεον διζημένη εἴ που ἐφεύροι.εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τεἑσταότʼ· ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάωνλαῶν, οἵ οἱ ἕποντο ἀπʼ Αἰσήποιο ῥοάων·ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·ἦ ῥά νύ μοί τι πίθοιο Λυκάονος υἱὲ δαΐφρον.τλαίης κεν Μενελάῳ ἐπιπροέμεν ταχὺν ἰόν,πᾶσι δέ κε Τρώεσσι χάριν καὶ κῦδος ἄροιο,ἐκ πάντων δὲ μάλιστα Ἀλεξάνδρῳ βασιλῆϊ.τοῦ κεν δὴ πάμπρωτα παρʼ ἀγλαὰ δῶρα φέροιο,αἴ κεν ἴδῃ Μενέλαον ἀρήϊον Ἀτρέος υἱὸνσῷ βέλεϊ δμηθέντα πυρῆς ἐπιβάντʼ ἀλεγεινῆς.ἀλλʼ ἄγʼ ὀΐστευσον Μενελάου κυδαλίμοιο,εὔχεο δʼ Ἀπόλλωνι Λυκηγενέϊ κλυτοτόξῳἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβηνοἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης.ὣς φάτʼ Ἀθηναίη, τῷ δὲ φρένας ἄφρονι πεῖθεν·αὐτίκʼ ἐσύλα τόξον ἐΰξοον ἰξάλου αἰγὸςἀγρίου, ὅν ῥά ποτʼ αὐτὸς ὑπὸ στέρνοιο τυχήσαςπέτρης ἐκβαίνοντα δεδεγμένος ἐν προδοκῇσιβεβλήκει πρὸς στῆθος· ὃ δʼ ὕπτιος ἔμπεσε πέτρῃ.τοῦ κέρα ἐκ κεφαλῆς ἑκκαιδεκάδωρα πεφύκει·καὶ τὰ μὲν ἀσκήσας κεραοξόος ἤραρε τέκτων,πᾶν δʼ εὖ λειήνας χρυσέην ἐπέθηκε κορώνην.καὶ τὸ μὲν εὖ κατέθηκε τανυσσάμενος ποτὶ γαίῃἀγκλίνας· πρόσθεν δὲ σάκεα σχέθον ἐσθλοὶ ἑταῖροιμὴ πρὶν ἀναΐξειαν ἀρήϊοι υἷες Ἀχαιῶνπρὶν βλῆσθαι Μενέλαον ἀρήϊον Ἀτρέος υἱόν.αὐτὰρ ὁ σύλα πῶμα φαρέτρης, ἐκ δʼ ἕλετʼ ἰὸνἀβλῆτα πτερόεντα μελαινέων ἕρμʼ ὀδυνάων·αἶψα δʼ ἐπὶ νευρῇ κατεκόσμει πικρὸν ὀϊστόν,εὔχετο δʼ Ἀπόλλωνι Λυκηγενέϊ κλυτοτόξῳἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην