ἀμφοτέρω δὲ τένοντε καὶ ὀστέα λᾶας ἀναιδὴςἄχρις ἀπηλοίησεν· ὃ δʼ ὕπτιος ἐν κονίῃσικάππεσεν ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσσαςθυμὸν ἀποπνείων· ὃ δʼ ἐπέδραμεν ὅς ῥʼ ἔβαλέν περΠείροος, οὖτα δὲ δουρὶ παρʼ ὀμφαλόν· ἐκ δʼ ἄρα πᾶσαιχύντο χαμαὶ χολάδες, τὸν δὲ σκότος ὄσσε κάλυψε.τὸν δὲ Θόας Αἰτωλὸς ἀπεσσύμενον βάλε δουρὶστέρνον ὑπὲρ μαζοῖο, πάγη δʼ ἐν πνεύμονι χαλκός·ἀγχίμολον δέ οἱ ἦλθε Θόας, ἐκ δʼ ὄβριμον ἔγχοςἐσπάσατο στέρνοιο, ἐρύσσατο δὲ ξίφος ὀξύ,τῷ ὅ γε γαστέρα τύψε μέσην, ἐκ δʼ αἴνυτο θυμόν.τεύχεα δʼ οὐκ ἀπέδυσε· περίστησαν γὰρ ἑταῖροιΘρήϊκες ἀκρόκομοι δολίχʼ ἔγχεα χερσὶν ἔχοντες,οἵ ἑ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸνὦσαν ἀπὸ σφείων· ὃ δὲ χασσάμενος πελεμίχθη.ὣς τώ γʼ ἐν κονίῃσι παρʼ ἀλλήλοισι τετάσθην,ἤτοι ὃ μὲν Θρῃκῶν, ὃ δʼ Ἐπειῶν χαλκοχιτώνωνἡγεμόνες· πολλοὶ δὲ περὶ κτείνοντο καὶ ἄλλοι.ἔνθά κεν οὐκέτι ἔργον ἀνὴρ ὀνόσαιτο μετελθών,ὅς τις ἔτʼ ἄβλητος καὶ ἀνούτατος ὀξέϊ χαλκῷδινεύοι κατὰ μέσσον, ἄγοι δέ ἑ Παλλὰς Ἀθήνηχειρὸς ἑλοῦσʼ, αὐτὰρ βελέων ἀπερύκοι ἐρωήν·πολλοὶ γὰρ Τρώων καὶ Ἀχαιῶν ἤματι κείνῳπρηνέες ἐν κονίῃσι παρʼ ἀλλήλοισι τέταντο.