δεξιόν· ἀντικρὺ δὲ διʼ ὤμου χάλκεον ἔγχοςἦλθεν· ὁ δʼ ἐν κονίῃσι χαμαὶ πέσεν αἴγειρος ὣςἥ ῥά τʼ ἐν εἱαμενῇ ἕλεος μεγάλοιο πεφύκειλείη, ἀτάρ τέ οἱ ὄζοι ἐπʼ ἀκροτάτῃ πεφύασι·τὴν μέν θʼ ἁρματοπηγὸς ἀνὴρ αἴθωνι σιδήρῳἐξέταμʼ, ὄφρα ἴτυν κάμψῃ περικαλλέϊ δίφρῳ·ἣ μέν τʼ ἀζομένη κεῖται ποταμοῖο παρʼ ὄχθας.τοῖον ἄρʼ Ἀνθεμίδην Σιμοείσιον ἐξενάριξενΑἴας διογενής· τοῦ δʼ Ἄντιφος αἰολοθώρηξΠριαμίδης καθʼ ὅμιλον ἀκόντισεν ὀξέϊ δουρί.τοῦ μὲν ἅμαρθʼ, ὃ δὲ Λεῦκον Ὀδυσσέος ἐσθλὸν ἑταῖρονβεβλήκει βουβῶνα, νέκυν ἑτέρωσʼ ἐρύοντα·ἤριπε δʼ ἀμφʼ αὐτῷ, νεκρὸς δέ οἱ ἔκπεσε χειρός.τοῦ δʼ Ὀδυσεὺς μάλα θυμὸν ἀποκταμένοιο χολώθη,βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ,στῆ δὲ μάλʼ ἐγγὺς ἰὼν καὶ ἀκόντισε δουρὶ φαεινῷἀμφὶ ἓ παπτήνας· ὑπὸ δὲ Τρῶες κεκάδοντοἀνδρὸς ἀκοντίσσαντος· ὃ δʼ οὐχ ἅλιον βέλος ἧκεν,ἀλλʼ υἱὸν Πριάμοιο νόθον βάλε Δημοκόωνταὅς οἱ Ἀβυδόθεν ἦλθε παρʼ ἵππων ὠκειάων.τόν ῥʼ Ὀδυσεὺς ἑτάροιο χολωσάμενος βάλε δουρὶκόρσην· ἣ δʼ ἑτέροιο διὰ κροτάφοιο πέρησεναἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψε,δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.χώρησαν δʼ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ·Ἀργεῖοι δὲ μέγα ἴαχον, ἐρύσαντο δὲ νεκρούς,ἴθυσαν δὲ πολὺ προτέρω· νεμέσησε δʼ ἈπόλλωνΠεργάμου ἐκκατιδών, Τρώεσσι δὲ κέκλετʼ ἀΰσας·ὄρνυσθʼ ἱππόδαμοι Τρῶες μηδʼ εἴκετε χάρμηςἈργείοις, ἐπεὶ οὔ σφι λίθος χρὼς οὐδὲ σίδηροςχαλκὸν ἀνασχέσθαι ταμεσίχροα βαλλομένοισιν·οὐ μὰν οὐδʼ Ἀχιλεὺς Θέτιδος πάϊς ἠϋκόμοιομάρναται, ἀλλʼ ἐπὶ νηυσὶ χόλον θυμαλγέα πέσσει.ὣς φάτʼ ἀπὸ πτόλιος δεινὸς θεός· αὐτὰρ Ἀχαιοὺςὦρσε Διὸς θυγάτηρ κυδίστη Τριτογένειαἐρχομένη καθʼ ὅμιλον, ὅθι μεθιέντας ἴδοιτο.ἔνθʼ Ἀμαρυγκείδην Διώρεα μοῖρα πέδησε·χερμαδίῳ γὰρ βλῆτο παρὰ σφυρὸν ὀκριόεντικνήμην δεξιτερήν· βάλε δὲ Θρῃκῶν ἀγὸς ἀνδρῶνΠείρως Ἰμβρασίδης ὃς ἄρʼ Αἰνόθεν εἰληλούθει.