Ἄρεος ἀνδροφόνοιο κασιγνήτη ἑτάρη τε,ἥ τʼ ὀλίγη μὲν πρῶτα κορύσσεται, αὐτὰρ ἔπειταοὐρανῷ ἐστήριξε κάρη καὶ ἐπὶ χθονὶ βαίνει·ἥ σφιν καὶ τότε νεῖκος ὁμοίϊον ἔμβαλε μέσσῳἐρχομένη καθʼ ὅμιλον ὀφέλλουσα στόνον ἀνδρῶν.οἳ δʼ ὅτε δή ῥʼ ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο,σύν ῥʼ ἔβαλον ῥινούς, σὺν δʼ ἔγχεα καὶ μένεʼ ἀνδρῶνχαλκεοθωρήκων· ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαιἔπληντʼ ἀλλήλῃσι, πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει.ἔνθα δʼ ἅμʼ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶνὀλλύντων τε καὶ ὀλλυμένων, ῥέε δʼ αἵματι γαῖα.ὡς δʼ ὅτε χείμαρροι ποταμοὶ κατʼ ὄρεσφι ῥέοντεςἐς μισγάγκειαν συμβάλλετον ὄβριμον ὕδωρκρουνῶν ἐκ μεγάλων κοίλης ἔντοσθε χαράδρης,τῶν δέ τε τηλόσε δοῦπον ἐν οὔρεσιν ἔκλυε ποιμήν·ὣς τῶν μισγομένων γένετο ἰαχή τε πόνος τε.πρῶτος δʼ Ἀντίλοχος Τρώων ἕλεν ἄνδρα κορυστὴνἐσθλὸν ἐνὶ προμάχοισι Θαλυσιάδην Ἐχέπωλον·τόν ῥʼ ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης,ἐν δὲ μετώπῳ πῆξε, πέρησε δʼ ἄρʼ ὀστέον εἴσωαἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψεν,ἤριπε δʼ ὡς ὅτε πύργος ἐνὶ κρατερῇ ὑσμίνῃ.τὸν δὲ πεσόντα ποδῶν ἔλαβε κρείων ἘλεφήνωρΧαλκωδοντιάδης μεγαθύμων ἀρχὸς Ἀβάντων,ἕλκε δʼ ὑπʼ ἐκ βελέων, λελιημένος ὄφρα τάχιστατεύχεα συλήσειε· μίνυνθα δέ οἱ γένεθʼ ὁρμή.νεκρὸν γὰρ ἐρύοντα ἰδὼν μεγάθυμος Ἀγήνωρπλευρά, τά οἱ κύψαντι παρʼ ἀσπίδος ἐξεφαάνθη,οὔτησε ξυστῷ χαλκήρεϊ, λῦσε δὲ γυῖα.ὣς τὸν μὲν λίπε θυμός, ἐπʼ αὐτῷ δʼ ἔργον ἐτύχθηἀργαλέον Τρώων καὶ Ἀχαιῶν· οἳ δὲ λύκοι ὣςἀλλήλοις ἐπόρουσαν, ἀνὴρ δʼ ἄνδρʼ ἐδνοπάλιζεν.ἔνθʼ ἔβαλʼ Ἀνθεμίωνος υἱὸν Τελαμώνιος Αἴαςἠΐθεον θαλερὸν Σιμοείσιον, ὅν ποτε μήτηρἼδηθεν κατιοῦσα παρʼ ὄχθῃσιν Σιμόεντοςγείνατʼ, ἐπεί ῥα τοκεῦσιν ἅμʼ ἕσπετο μῆλα ἰδέσθαι·τοὔνεκά μιν κάλεον Σιμοείσιον· οὐδὲ τοκεῦσιθρέπτρα φίλοις ἀπέδωκε, μινυνθάδιος δέ οἱ αἰὼνἔπλεθʼ ὑπʼ Αἴαντος μεγαθύμου δουρὶ δαμέντι.πρῶτον γάρ μιν ἰόντα βάλε στῆθος παρὰ μαζὸν