ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη κρατερὸς Διομήδηςαἰδεσθεὶς βασιλῆος ἐνιπὴν αἰδοίοιο·τὸν δʼ υἱὸς Καπανῆος ἀμείψατο κυδαλίμοιο·Ἀτρεΐδη μὴ ψεύδεʼ ἐπιστάμενος σάφα εἰπεῖν·ἡμεῖς τοι πατέρων μέγʼ ἀμείνονες εὐχόμεθʼ εἶναι·ἡμεῖς καὶ Θήβης ἕδος εἵλομεν ἑπταπύλοιοπαυρότερον λαὸν ἀγαγόνθʼ ὑπὸ τεῖχος ἄρειον,πειθόμενοι τεράεσσι θεῶν καὶ Ζηνὸς ἀρωγῇ·κεῖνοι δὲ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο·τὼ μή μοι πατέρας ποθʼ ὁμοίῃ ἔνθεο τιμῇ.τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης·τέττα, σιωπῇ ἧσο, ἐμῷ δʼ ἐπιπείθεο μύθῳ·οὐ γὰρ ἐγὼ νεμεσῶ Ἀγαμέμνονι ποιμένι λαῶνὀτρύνοντι μάχεσθαι ἐϋκνήμιδας Ἀχαιούς·τούτῳ μὲν γὰρ κῦδος ἅμʼ ἕψεται εἴ κεν ἈχαιοὶΤρῶας δῃώσωσιν ἕλωσί τε Ἴλιον ἱρήν,τούτῳ δʼ αὖ μέγα πένθος Ἀχαιῶν δῃωθέντων.ἀλλʼ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς.ἦ ῥα καὶ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε·δεινὸν δʼ ἔβραχε χαλκὸς ἐπὶ στήθεσσιν ἄνακτοςὀρνυμένου· ὑπό κεν ταλασίφρονά περ δέος εἷλεν.ὡς δʼ ὅτʼ ἐν αἰγιαλῷ πολυηχέϊ κῦμα θαλάσσηςὄρνυτʼ ἐπασσύτερον Ζεφύρου ὕπο κινήσαντος·πόντῳ μέν τε πρῶτα κορύσσεται, αὐτὰρ ἔπειταχέρσῳ ῥηγνύμενον μεγάλα βρέμει, ἀμφὶ δέ τʼ ἄκραςκυρτὸν ἐὸν κορυφοῦται, ἀποπτύει δʼ ἁλὸς ἄχνην·ὣς τότʼ ἐπασσύτεραι Δαναῶν κίνυντο φάλαγγεςνωλεμέως πόλεμον δέ· κέλευε δὲ οἷσιν ἕκαστοςἡγεμόνων· οἳ δʼ ἄλλοι ἀκὴν ἴσαν, οὐδέ κε φαίηςτόσσον λαὸν ἕπεσθαι ἔχοντʼ ἐν στήθεσιν αὐδήν,σιγῇ δειδιότες σημάντορας· ἀμφὶ δὲ πᾶσιτεύχεα ποικίλʼ ἔλαμπε, τὰ εἱμένοι ἐστιχόωντο.Τρῶες δʼ, ὥς τʼ ὄϊες πολυπάμονος ἀνδρὸς ἐν αὐλῇμυρίαι ἑστήκασιν ἀμελγόμεναι γάλα λευκὸνἀζηχὲς μεμακυῖαι ἀκούουσαι ὄπα ἀρνῶν,ὣς Τρώων ἀλαλητὸς ἀνὰ στρατὸν εὐρὺν ὀρώρει·οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος οὐδʼ ἴα γῆρυς,ἀλλὰ γλῶσσα μέμικτο, πολύκλητοι δʼ ἔσαν ἄνδρες.ὄρσε δὲ τοὺς μὲν Ἄρης, τοὺς δὲ γλαυκῶπις ἈθήνηΔεῖμός τʼ ἠδὲ Φόβος καὶ Ἔρις ἄμοτον μεμαυῖα,