ἤπια δήνεα οἶδε· τὰ γὰρ φρονέεις ἅ τʼ ἐγώ περ.ἀλλʼ ἴθι ταῦτα δʼ ὄπισθεν ἀρεσσόμεθʼ εἴ τι κακὸν νῦνεἴρηται, τὰ δὲ πάντα θεοὶ μεταμώνια θεῖεν.ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ, βῆ δὲ μετʼ ἄλλους.εὗρε δὲ Τυδέος υἱὸν ὑπέρθυμον Διομήδεαἑσταότʼ ἔν θʼ ἵπποισι καὶ ἅρμασι κολλητοῖσι·πὰρ δέ οἱ ἑστήκει Σθένελος Καπανήϊος υἱός.καὶ τὸν μὲν νείκεσσεν ἰδὼν κρείων Ἀγαμέμνων,καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·ὤ μοι Τυδέος υἱὲ δαΐφρονος ἱπποδάμοιοτί πτώσσεις, τί δʼ ὀπιπεύεις πολέμοιο γεφύρας;οὐ μὲν Τυδέϊ γʼ ὧδε φίλον πτωσκαζέμεν ἦεν,ἀλλὰ πολὺ πρὸ φίλων ἑτάρων δηΐοισι μάχεσθαι,ὡς φάσαν οἵ μιν ἴδοντο πονεύμενον· οὐ γὰρ ἔγωγεἤντησʼ οὐδὲ ἴδον· περὶ δʼ ἄλλων φασὶ γενέσθαι.ἤτοι μὲν γὰρ ἄτερ πολέμου εἰσῆλθε Μυκήναςξεῖνος ἅμʼ ἀντιθέῳ Πολυνείκεϊ λαὸν ἀγείρων·οἳ δὲ τότʼ ἐστρατόωνθʼ ἱερὰ πρὸς τείχεα Θήβης,καί ῥα μάλα λίσσοντο δόμεν κλειτοὺς ἐπικούρους·οἳ δʼ ἔθελον δόμεναι καὶ ἐπῄνεον ὡς ἐκέλευον·ἀλλὰ Ζεὺς ἔτρεψε παραίσια σήματα φαίνων.οἳ δʼ ἐπεὶ οὖν ᾤχοντο ἰδὲ πρὸ ὁδοῦ ἐγένοντο,Ἀσωπὸν δʼ ἵκοντο βαθύσχοινον λεχεποίην,ἔνθʼ αὖτʼ ἀγγελίην ἐπὶ Τυδῆ στεῖλαν Ἀχαιοί.αὐτὰρ ὃ βῆ, πολέας δὲ κιχήσατο Καδμεΐωναςδαινυμένους κατὰ δῶμα βίης Ἐτεοκληείης.ἔνθʼ οὐδὲ ξεῖνός περ ἐὼν ἱππηλάτα Τυδεὺςτάρβει, μοῦνος ἐὼν πολέσιν μετὰ Καδμείοισιν,ἀλλʼ ὅ γʼ ἀεθλεύειν προκαλίζετο, πάντα δʼ ἐνίκαῥηϊδίως· τοίη οἱ ἐπίρροθος ἦεν Ἀθήνη.οἳ δὲ χολωσάμενοι Καδμεῖοι κέντορες ἵππωνἂψ ἄρʼ ἀνερχομένῳ πυκινὸν λόχον εἷσαν ἄγοντεςκούρους πεντήκοντα· δύω δʼ ἡγήτορες ἦσαν,Μαίων Αἱμονίδης ἐπιείκελος ἀθανάτοισιν,υἱός τʼ Αὐτοφόνοιο μενεπτόλεμος Πολυφόντης.Τυδεὺς μὲν καὶ τοῖσιν ἀεικέα πότμον ἐφῆκε·πάντας ἔπεφνʼ, ἕνα δʼ οἶον ἵει οἶκον δὲ νέεσθαι·Μαίονʼ ἄρα προέηκε θεῶν τεράεσσι πιθήσας.τοῖος ἔην Τυδεὺς Αἰτώλιος· ἀλλὰ τὸν υἱὸνγείνατο εἷο χέρεια μάχῃ, ἀγορῇ δέ τʼ ἀμείνω.