εἰ τότε κοῦρος ἔα νῦν αὖτέ με γῆρας ὀπάζει.ἀλλὰ καὶ ὧς ἱππεῦσι μετέσσομαι ἠδὲ κελεύσωβουλῇ καὶ μύθοισι· τὸ γὰρ γέρας ἐστὶ γερόντων.αἰχμὰς δʼ αἰχμάσσουσι νεώτεροι, οἵ περ ἐμεῖοὁπλότεροι γεγάασι πεποίθασίν τε βίηφιν.ὣς ἔφατʼ, Ἀτρεΐδης δὲ παρῴχετο γηθόσυνος κῆρ.εὗρʼ υἱὸν Πετεῶο Μενεσθῆα πλήξιππονἑσταότʼ· ἀμφὶ δʼ Ἀθηναῖοι μήστωρες ἀϋτῆς·αὐτὰρ ὃ πλησίον ἑστήκει πολύμητις Ὀδυσσεύς,πὰρ δὲ Κεφαλλήνων ἀμφὶ στίχες οὐκ ἀλαπαδναὶἕστασαν· οὐ γάρ πώ σφιν ἀκούετο λαὸς ἀϋτῆς,ἀλλὰ νέον συνορινόμεναι κίνυντο φάλαγγεςΤρώων ἱπποδάμων καὶ Ἀχαιῶν· οἳ δὲ μένοντεςἕστασαν ὁππότε πύργος Ἀχαιῶν ἄλλος ἐπελθὼνΤρώων ὁρμήσειε καὶ ἄρξειαν πολέμοιο.τοὺς δὲ ἰδὼν νείκεσσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·ὦ υἱὲ Πετεῶο διοτρεφέος βασιλῆος,καὶ σὺ κακοῖσι δόλοισι κεκασμένε κερδαλεόφροντίπτε καταπτώσσοντες ἀφέστατε, μίμνετε δʼ ἄλλους;σφῶϊν μέν τʼ ἐπέοικε μετὰ πρώτοισιν ἐόνταςἑστάμεν ἠδὲ μάχης καυστείρης ἀντιβολῆσαι·πρώτω γὰρ καὶ δαιτὸς ἀκουάζεσθον ἐμεῖο,ὁππότε δαῖτα γέρουσιν ἐφοπλίζωμεν Ἀχαιοί.ἔνθα φίλʼ ὀπταλέα κρέα ἔδμεναι ἠδὲ κύπελλαοἴνου πινέμεναι μελιηδέος ὄφρʼ ἐθέλητον·νῦν δὲ φίλως χʼ ὁρόῳτε καὶ εἰ δέκα πύργοι Ἀχαιῶνὑμείων προπάροιθε μαχοίατο νηλέϊ χαλκῷ.τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·Ἀτρεΐδη ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων;πῶς δὴ φῂς πολέμοιο μεθιέμεν ὁππότʼ ἈχαιοὶΤρωσὶν ἐφʼ ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα;ὄψεαι αἴ κʼ ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃΤηλεμάχοιο φίλον πατέρα προμάχοισι μιγένταΤρώων ἱπποδάμων· σὺ δὲ ταῦτʼ ἀνεμώλια βάζεις.τὸν δʼ ἐπιμειδήσας προσέφη κρείων Ἀγαμέμνωνὡς γνῶ χωομένοιο· πάλιν δʼ ὅ γε λάζετο μῦθον·διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦοὔτέ σε νεικείω περιώσιον οὔτε κελεύω·οἶδα γὰρ ὥς τοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν