δήϊον ἐς πόλεμον πυκιναὶ κίνυντο φάλαγγεςκυάνεαι, σάκεσίν τε καὶ ἔγχεσι πεφρικυῖαι.καὶ τοὺς μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων,καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·Αἴαντʼ Ἀργείων ἡγήτορε χαλκοχιτώνων,σφῶϊ μέν· οὐ γὰρ ἔοικʼ ὀτρυνέμεν· οὔ τι κελεύω·αὐτὼ γὰρ μάλα λαὸν ἀνώγετον ἶφι μάχεσθαι.αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλοντοῖος πᾶσιν θυμὸς ἐνὶ στήθεσσι γένοιτο·τώ κε τάχʼ ἠμύσειε πόλις Πριάμοιο ἄνακτοςχερσὶν ὑφʼ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε.ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ, βῆ δὲ μετʼ ἄλλους·ἔνθʼ ὅ γε Νέστορʼ ἔτετμε λιγὺν Πυλίων ἀγορητὴνοὓς ἑτάρους στέλλοντα καὶ ὀτρύνοντα μάχεσθαιἀμφὶ μέγαν Πελάγοντα Ἀλάστορά τε Χρομίον τεΑἵμονά τε κρείοντα Βίαντά τε ποιμένα λαῶν·ἱππῆας μὲν πρῶτα σὺν ἵπποισιν καὶ ὄχεσφι,πεζοὺς δʼ ἐξόπιθε στῆσεν πολέας τε καὶ ἐσθλοὺςἕρκος ἔμεν πολέμοιο· κακοὺς δʼ ἐς μέσσον ἔλασσεν,ὄφρα καὶ οὐκ ἐθέλων τις ἀναγκαίῃ πολεμίζοι.ἱππεῦσιν μὲν πρῶτʼ ἐπετέλλετο· τοὺς γὰρ ἀνώγεισφοὺς ἵππους ἐχέμεν μηδὲ κλονέεσθαι ὁμίλῳ·μηδέ τις ἱπποσύνῃ τε καὶ ἠνορέηφι πεποιθὼςοἶος πρόσθʼ ἄλλων μεμάτω Τρώεσσι μάχεσθαι,μηδʼ ἀναχωρείτω· ἀλαπαδνότεροι γὰρ ἔσεσθε.ὃς δέ κʼ ἀνὴρ ἀπὸ ὧν ὀχέων ἕτερʼ ἅρμαθʼ ἵκηταιἔγχει ὀρεξάσθω, ἐπεὶ ἦ πολὺ φέρτερον οὕτω.ὧδε καὶ οἱ πρότεροι πόλεας καὶ τείχεʼ ἐπόρθεοντόνδε νόον καὶ θυμὸν ἐνὶ στήθεσσιν ἔχοντες.ὣς ὃ γέρων ὄτρυνε πάλαι πολέμων ἐῢ εἰδώς·καὶ τὸν μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων,καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·ὦ γέρον εἴθʼ ὡς θυμὸς ἐνὶ στήθεσσι φίλοισινὥς τοι γούναθʼ ἕποιτο, βίη δέ τοι ἔμπεδος εἴη·ἀλλά σε γῆρας τείρει ὁμοίϊον· ὡς ὄφελέν τιςἀνδρῶν ἄλλος ἔχειν, σὺ δὲ κουροτέροισι μετεῖναι.τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·Ἀτρεΐδη μάλα μέν τοι ἐγὼν ἐθέλοιμι καὶ αὐτὸςὣς ἔμεν ὡς ὅτε δῖον Ἐρευθαλίωνα κατέκταν.ἀλλʼ οὔ πως ἅμα πάντα θεοὶ δόσαν ἀνθρώποισιν·